ἦ γὰρ ἐγὼ θαύμαζον ἀκούων, εἰ σὺ μὴ εἴηςἀνδρὸς βουλομάχου καὶ κλαυσιμάχου τινὸς υἱός.ἄπερρε καὶ τοῖς λογχοφόροισιν ᾆδʼ ἰών.ποῦ μοι τὸ τοῦ Κλεωνύμου ʼστὶ παιδίον;ᾆσον πρὶν εἰσιέναι τι· σὺ γὰρ εὖ οἶδʼ ὅτιοὐ πράγματʼ ᾄσει· σώφρονος γὰρ εἶ πατρός.ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνῳἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων.εἰπέ μοι ὦ πόσθων, ἐς τὸν σαυτοῦ πατέρʼ ᾄδεις;ψυχὴν δʼ ἐξεσάωσα—κατῄσχυνας δὲ τοκῆας.ἀλλʼ εἰσίωμεν. εὖ γὰρ οἶδʼ ἐγὼ σαφῶςὅτι ταῦθʼ ὅσʼ ᾖσας ἄρτι περὶ τῆς ἀσπίδοςοὐ μὴ ʼπιλάθῃ ποτʼ ὢν ἐκείνου τοῦ πατρός.ὑμῶν τὸ λοιπὸν ἔργον ἤδη ʼνταῦθα τῶν μενόντωνφλᾶν ταῦτα πάντα καὶ σποδεῖν, καὶ μὴ κενὰς παρέλκειν.ἀλλʼ ἀνδρικῶς ἐμβάλλετεκαὶ σμώχετʼ ἀμφοῖν τοῖν γνάθοιν· οὐδὲν γὰρ ὦ πόνηροιλευκῶν ὀδόντων ἔργον ἐστʼ, ἢν μή τι καὶ μασῶνται.ἡμῖν μελήσει ταῦτά γʼ· εὖ ποιεῖς δὲ καὶ σὺ φράζων.ἀλλʼ ὦ πρὸ τοῦ πεινῶντες ἐμβάλλεσθε τῶν λαγῴων·ὡς οὐχὶ πᾶσαν ἡμέρανπλακοῦσιν ἔστιν ἐντυχεῖν πλανωμένοις ἐρήμοις.πρὸς ταῦτα βρύκετʼ ἢ τάχʼ ἡμῖν φημι μεταμελήσειν.εὐφημεῖν χρὴ καὶ τὴν νύμφην ἔξω τινὰ δεῦρο κομίζεινδᾷδάς τε φέρειν, καὶ πάντα λεὼν συγχαίρειν κἀπιχορεύειν.καὶ τὰ σκεύη πάλιν ἐς τὸν ἀγρὸν νυνὶ χρὴ πάντα κομίζεινὀρχησαμένους καὶ σπείσαντας καὶ Ὑπέρβολον ἐξελάσαντας,κἀπευξαμένους τοῖσι θεοῖσινδιδόναι πλοῦτον τοῖς Ἕλλησιν,κριθάς τε ποιεῖν ἡμᾶς πολλὰςπάντας ὁμοίως οἶνόν τε πολύν,σῦκά τε τρώγειν,τάς τε γυναῖκας τίκτειν ἡμῖν,καὶ τἀγαθὰ πάνθʼ ὅσʼ ἀπωλέσαμενσυλλέξασθαι πάλιν ἐξ ἀρχῆς,λῆξαί τʼ αἴθωνα σίδηρον.δεῦρʼ ὦ γύναι εἰς ἀγρόν,χὤπως μετʼ ἐμοῦ καλὴκαλῶς κατακείσει.