ἐὰν τοιαυτασὶ μάθῃ λαβὰς ποιεῖν,ἄμεινον ἢ νῦν αὔτʼ ἀποδώσεται πολύ.ἀπίωμεν ὦ δορυξέ.μηδαμῶς γʼ, ἐπεὶτούτῳ γʼ ἐγὼ τὰ δόρατα ταῦτʼ ὠνήσομαι.πόσον δίδως δῆτʼ;εἰ διαπρισθεῖεν δίχα,λάβοιμʼ ἂν αὔτʼ ἐς χάρακας ἑκατὸν τῆς δραχμῆς.ὑβριζόμεθα. χωρῶμεν ὦ τᾶν ἐκποδών.νὴ τὸν Δίʼ, ὡς τὰ παιδίʼ ἤδη ʼξέρχεταιοὐρησόμενα τὰ τῶν ἐπικλήτων δεῦρʼ, ἵναἅττʼ ᾄσεται προαναβάληταί μοι δοκεῖ.ἀλλʼ ὅ τι περ ᾄδειν ἐπινοεῖς ὦ παιδίον,αὐτοῦ παρʼ ἐμὲ στὰν πρότερον ἀναβαλοῦ ʼνθαδί.νῦν αὖθʼ ὁπλοτέρων ἀνδρῶν ἀρχώμεθα—παῦσαιὁπλοτέρους ᾆδον, καὶ ταῦτ ὦ τρισκακόδαιμονεἰρήνης οὔσης· ἀμαθές γʼ εἶ καὶ κατάρατον.οἱ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,σύν ῥʼ ἔβαλον ῥινούς τε καὶ ἀσπίδας ὀμφαλοέσσας.ἀσπίδας; οὐ παύσει μεμνημένος ἀσπίδος ἡμῖν;ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν.ἀνδρῶν οἰμωγή; κλαύσει νὴ τὸν Διόνυσονοἰμωγὰς ᾄδων, καὶ ταύτας ὀμφαλοέσσας.ἀλλὰ τί δῆτʼ ᾄδω; σὺ γὰρ εἰπέ μοι οἷστισι χαίρεις.ὣς οἱ μὲν δαίνυντο βοῶν κρέα, καὶ τὰ τοιαυτί·ἄριστον προτίθεντο καὶ ἅτθʼ ἥδιστα πάσασθαι.ὣς οἱ μὲν δαίνυντο βοῶν κρέα, καὐχένας ἵππωνἔκλυον ἱδρώοντας, ἐπεὶ πολέμου ἐκόρεσθεν.εἶεν; ἐκόρεσθεν τοῦ πολέμου κᾆτʼ ἤσθιον.ταῦτʼ ᾆδε, ταῦθʼ, ὡς ἤσθιον κεκορημένοι.θωρήσσοντʼ ἄρʼ ὄτειτα πεπαυμένοι—ἄσμενοι, οἶμαι.πύργων δʼ ἐξεχέοντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.κάκιστʼ ἀπόλοιο παιδάριον αὐταῖς μάχαις·οὐδὲν γὰρ ᾄδεις πλὴν πολέμους. τοῦ καί ποτʼ εἶ;ἐγώ;σὺ μέντοι νὴ Δίʼ.υἱὸς Λαμάχου.αἰβοῖ·