Ὑμὴν Ὑμέναιʼ ὦ.ὦ τρὶς μάκαρ ὡς δικαίωςτἀγαθὰ νῦν ἔχεις.Ὑμὴν Ὑμέναιʼ ὦ.Ὑμὴν Ὑμέναιʼ ὦ.τί δράσομεν αὐτήν;τί δράσομεν αὐτήν;τρυγήσομεν αὐτήν,τρυγήσομεν αὐτήν.ἀλλʼ ἀράμενοι φέρωμενοἱ προτεταγμένοιτὸν νυμφίον ὦνδρες.Ὑμὴν Ὑμέναιʼ ὦ,Ὑμὴν Ὑμέναιʼ ὦ,οἰκήσετε γοῦν καλῶςοὐ πράγματʼ ἔχοντες, ἀλλὰσυκολογοῦντες.Ὑμὴν Ὑμέναιʼ ὦ,Ὑμὴν Ὑμέναιʼ ὦ.τοῦ μὲν μέγα καὶ παχύ.τῆς δʼ ἡδὺ τὸ σῦκον.φήσεις γʼ ὅταν ἐσθίῃςοἶνόν τε πίῃς πολύν.Ὑμὴν Ὑμέναιʼ ὦ,Ὑμὴν Ὑμέναιʼ ὦ.ὦ χαίρετε χαίρετʼ ἄνδρες,κἂν ξυνέπησθέ μοιπλακοῦντας ἔδεσθε.