οὐκ ἂν πριαίμην οὐδʼ ἂν ἰσχάδος μιᾶς.τί δαὶ δεκάμνῳ τῷδε θώρηκος κύτειἐνημμένῳ κάλλιστα χρήσομαι τάλας;οὗτος μὲν οὐ μή σοι ποιήσει ζημίαν.ἀλλʼ αἶρέ μοι τοῦτόν γε τῆς ἰσωνίας·ἐναποπατεῖν γάρ ἐστʼ ἐπιτήδειος πάνυ—παῦσαί μʼ ὑβρίζων τοῖς ἐμοῖσι χρήμασιν.ὡδὶ παραθέντι τρεῖς λίθους. οὐ δεξιῶς;ποίᾳ δʼ ἀποψήσει ποτʼ ὦμαθέστατε;τῃδὶ διεὶς τὴν χεῖρα διὰ τῆς θαλαμιᾶςκαὶ τῇδʼ.ἅμʼ ἀμφοῖν δῆτʼ;ἔγωγε νὴ Δία,ἵνα μή γʼ ἁλῶ τρύπημα κλέπτων τῆς νεώς.ἔπειτʼ ἐπὶ δεκάμνῳ χεσεῖ καθήμενος;ἔγωγε νὴ Δίʼ ὦπίτριπτʼ. οἴει γὰρ ἂντὸν πρωκτὸν ἀποδόσθαι με χιλιῶν δραχμῶν;ἴθι δὴ ʼξένεγκε τἀργύριον.ἀλλʼ ὦγαθὲθλίβει τὸν ὄρρον. ἀπόφερʼ, οὐκ ὠνήσομαι.τί δʼ ἆρα τῇ σάλπιγγι τῇδε χρήσομαι,ἣν ἐπριάμην δραχμῶν ποθʼ ἑξήκοντʼ ἐγώ;μόλυβδον ἐς τουτὶ τὸ κοῖλον ἐγχέαςἔπειτʼ ἄνωθεν ῥάβδον ἐνθεὶς ὑπόμακρον,γενήσεταί σοι τῶν κατακτῶν κοττάβων.οἴμοι καταγελᾷς.ἀλλʼ ἕτερον παραινέσω.τὸν μὲν μόλυβδον, ὥσπερ εἶπον, ἔγχεον,ἐντευθενὶ δὲ σπαρτίοις ἠρτημένηνπλάστιγγα πρόσθες, καὐτό σοι γενήσεταιτὰ σῦκʼ ἐν ἀγρῷ τοῖς οἰκέταισιν ἱστάναι.ὦ δυσκάθαρτε δαῖμον ὥς μʼ ἀπώλεσας,ὅτʼ ἀντέδωκά γʼ ἀντὶ τῶνδε μνᾶν ποτέ·καὶ νῦν τί δράσω; τίς γὰρ αὔτʼ ὠνήσεται;πώλει βαδίζων αὐτὰ τοῖς Αἰγυπτίοις·ἔστιν γὰρ ἐπιτήδεια συρμαίαν μετρεῖν.οἴμʼ ὦ κρανοποίʼ ὡς ἀθλίως πεπράγαμεν.οὗτος μὲν οὐ πέπονθεν οὐδέν.ἀλλὰ τίἔτʼ ἐστὶ τοῖσι κράνεσιν ὅ τι τις χρήσεται;