ταῦτα δʼ ἡμᾶς τοὺς ἀγροίκους δρῶσι, τοὺς δʼ ἐξ ἄστεωςἧττον, οἱ θεοῖσιν οὗτοι κἀνδράσιν ῥιψάσπιδες.ὧν ἔτʼ εὐθύνας ἐμοὶ δώσουσιν, ἢν θεὸς θέλῃ.πολλὰ γὰρ δή μʼ ἠδίκησαν,ὄντες οἴκοι μὲν λέοντεςἐν μάχῃ δʼ ἀλώπεκες.ἰοὺ ἰού.ὅσον τὸ χρῆμʼ ἐπὶ δεῖπνον ἦλθʼ ἐς τοὺς γάμους.ἔχʼ ἀποκάθαιρε τὰς τραπέζας ταυτῃί·πάντως γὰρ οὐδὲν ὄφελός ἐστʼ αὐτῆς ἔτι.ἔπειτʼ ἐπιφόρει τοὺς ἀμύλους καὶ τὰς κίχλαςκαὶ τῶν λαγῴων πολλὰ καὶ τοὺς κολλάβους.ποῦ ποῦ Τρυγαῖός ἐστιν;ἀναβράττω κίχλας.ὦ φίλτατʼ ὦ Τρυγαἶ ὅσʼ ἡμᾶς τἀγαθὰδέδρακας εἰρήνην ποιήσας· ὡς πρὸ τοῦοὐδεὶς ἐπρίατʼ ἂν δρέπανον οὐδὲ κολλύβου,νυνὶ δὲ πεντήκοντα δραχμῶν ἐμπολῶ·ὁδὶ δὲ τριδράχμους τοὺς κάδους ἐς τοὺς ἀγρούς.ἀλλʼ ὦ Τρυγαῖε τῶν δρεπάνων τε λάμβανεκαὶ τῶνδʼ ὅ τι βούλει προῖκα· καὶ ταυτὶ δέχου·ἀφʼ ὧν γὰρ ἀπεδόμεσθα κἀκερδήναμεντὰ δῶρα ταυτί σοι φέρομεν ἐς τοὺς γάμους.ἴθι νυν καταθέμενοι παρʼ ἐμοὶ ταῦτʼ εἴσιτεἐπὶ δεῖπνον ὡς τάχιστα· καὶ γὰρ οὑτοσὶὅπλων κάπηλος ἀχθόμενος προσέρχεται.οἴμʼ ὡς προθέλυμνόν μʼ ὦ Τρυγαἶ ἀπώλεσας.τί δʼ ἔστιν ὦ κακόδαιμον; οὔτι που λοφᾷς;ἀπώλεσάς μου τὴν τέχνην καὶ τὸν βίον,καὶ τουτουὶ καὶ τοῦ δορυξοῦ ʼκεινονί.τί δῆτα τουτοινὶ καταθῶ σοι τοῖν λόφοιν;αὐτὸς σὺ τί δίδως;ὅ τι δίδωμʼ; αἰσχύνομαι.ὅμως δʼ ὅτι τὸ σφήκωμʼ ἔχει πόνον πολύν,δοίην ἂν αὐτοῖν ἰσχάδων τρεῖς χοίνικας.ἵνʼ ἀποκαθαίρω τὴν τράπεζαν τουτῳί.ἔνεγκε τοίνυν εἰσιὼν τὰς ἰσχάδας·κρεῖττον γὰρ ὦ τᾶν ἐστιν ἢ μηδὲν λαβεῖν.ἀπόφερʼ ἀπόφερʼ ἐς κόρακας ἀπὸ τῆς οἰκίας.τριχορρυεῖτον, οὐδέν ἐστον τὼ λόφω.