τῶν τε πυρῶν μεῖξον αὐτοῖς, τῶν τε σύκων ἔξελε,τόν τε Μανῆν ἡ Σύρα βωστρησάτω κʼ τοῦ χωρίου.οὐ γὰρ οἷόν τʼ ἐστὶ πάντως οἰναρίζειν τήμερονοὐδὲ τυντλάζειν, ἐπειδὴ παρδακὸν τὸ χωρίον.κἀξ ἐμοῦ δʼ ἐνεγκάτω τις τὴν κίχλην καὶ τὼ σπίνω·ἦν δὲ καὶ πυός τις ἔνδον καὶ λαγῷα τέτταρα,εἴ τι μὴ ʼξήνεγκεν αὐτῶν ἡ γαλῆ τῆς ἑσπέρας·ἐψόφει γοῦν ἔνδον οὐκ οἶδʼ ἅττα κἀκυδοιδόπα·ὧν ἔνεγκʼ ὦ παῖ τρἴ ἡμῖν, ἓν δὲ δοῦναι τῷ πατρί·μυρρίνας τʼ αἴτησον ἐξ Αἰσχινάδου τῶν καρπίμων·χἄμα τῆς αὐτῆς ὁδοῦ Χαρινάδην τις βωσάτω,ὡς ἂν ἐμπίῃ μεθʼ ἡμῶν,εὖ ποιοῦντος κὠφελοῦντοςτοῦ φεοῦ τἀρώματα.ἡνίκʼ ἂν δʼ ἀχέταςᾄδῃ τὸν ἡδὺν νόμον,διασκοπῶν ἥδομαιτὰς Λημυνίας ἀμπέλους,εἰ πεπαίνουσιν ἤ-δη ʽτὸ γὰρ φῖτυ πρῷον φύσεἰ,τόν τε φήληχʼ ὁρῶν οἰδάνοντʼ·εἶθʼ ὁπόταν ᾖ πέπων,ἐσθίω κἀπέχωχἄμα φήμʼ, ὧραι φίλαι· καὶτοῦ θύμου τρίβων κυκῶμαι·κᾆτα γίγνομαι παχὺςτηνικαῦτα τοῦ θέρουςμᾶλλον ἢ θεοῖσιν ἐχθρὸν ταξίαρχον προσβλέπωντρεῖς λόφους ἔχοντα καὶ φοινικίδʼ ὀξεῖαν πάνυ,ἣν ἐκεῖνός φησιν εἶναι βάμμα Σαρδιανικόν·ἢν δέ που δέῃ μάχεσθʼ ἔχοντα τὴν φοινικίδα,τηνικαῦτʼ αὐτὸς βέβαπται βάμμα Κυζικηνικόν·κᾆτα φεύγει πρῶτος ὥσπερ ξουθὸς ἱππαλεκτρυὼντοὺς λόφους σείων· ἐγὼ δʼ ἕστηκα †λινοπτώμενος.†ἡνίκʼ ἂν δʼ οἴκοι γένωνται, δρῶσιν οὐκ ἀνασχετά,τοὺς μὲν ἐγγράφοντες ἡμῶν τοὺς δʼ ἄνω τε καὶ κάτωἐξαλείφοντες δὶς ἢ τρίς. αὔριον δʼ ἔσθʼ ἡ ʼξοδος·τῷ δὲ σιτίʼ οὐκ ἐώνητʼ· οὐ γὰρ ᾔδειν ἐξιών·εἶτα προστὰς πρὸς τὸν ἀνδριάντα τὸν Πανδίονοςεἶδεν αὑτόν, κἀπορῶν θεῖ τῷ κακῷ βλέπων ὀπόν.