καὶ ταυτὶ μετὰ τῆς σπονδῆς λαβὲ θᾶττον.οὐδεὶς προσδώσει τῶν σπλάγχνων;οὐ γὰρ οἷόν τεἡμῖν προσδιδόναι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ.ναὶ πρὸς τῶν γονάτων.ἄλλως ὦ τᾶν ἱκετεύεις·οὐ γὰρ ποιήσεις λεῖον τὸν τραχὺν ἐχῖνον.ἄγε δὴ θεαταὶ δεῦρο συσπλαγχνεύετεμετὰ νῷν.τί δὴ ʼγώ;τὴν Σίβυλλαν ἔσθιε.οὔτοι μὰ τὴν γῆν ταῦτα κατέδεσθον μόνω,ἀλλʼ ἁρπάσομαι σφῷν αὐτά· κεῖται δʼ ἐν μέσῳ.ὦ παῖε τὸν Βάκιν.μαρτύρομαι.κἄγωγʼ ὅτι τένθης εἶ σὺ κἀλαζὼν ἀνήρ.παἶ αὐτὸν ἐπέχων τῷ ξύλῳ τὸν ἀλαζόνα.σὺ μὲν οὖν· ἐγὼ δὲ τουτονὶ τῶν κῳδίων,ἁλάμβανʼ αὐτὸς ἐξαπατῶν, ἐκβολβιῶ.οὐ καταβαλεῖς τὰ κῴδιʼ ὦ θυηπόλε;ἤκουσας; ὁ κόραξ οἷος ἦλθʼ ἐξ Ὠρεοῦ.οὐκ ἀποπετήσει θᾶττον εἰς Ἐλύμνιον;ἥδομαί γʼ ἥδομαικράνους ἀπηλλαγμένοςτυροῦ τε καὶ κρομμύων.οὐ γὰρ φιληδῶ μάχαις,ἀλλὰ πρὸς πῦρ διέλκωνμετʼ ἀνδρῶν ἑταίρων φίλων,ἐκκέας τῶν ξύλων ἅττʼ ἂν ᾖδανότατα τοῦ θέρους†ἐκπεπρισμένα†,κἀνθρακίζων τοὐρεβίνθουτήν τε φηγὸν ἐμπυρεύων,χἄμα τὴν Θρᾷτταν κυνῶντῆς γυναικὸς λουμένης.οὐ γὰρ ἔσθʼ ἥδιον ἢ τυχεῖν μὲν ἤδη ʼσπαρμένα,τὸν θεὸν δʼ ἐπιψακάζειν, καὶ τινʼ εἰπεῖν γείτονα,εἰπέ μοι τί τηνικαῦτα δρῶμεν ὦ Κωμαρχίδη;ἐμπιεῖν ἔμοιγʼ ἀρέσκει τοῦ θεοῦ δρῶντος καλῶς.ἀλλʼ ἄφευε τῶν φασήλων ὦ γύναι τρεῖς χοίνικας,