τοῖσδʼ ἁλσί γε παστέα ταυτί.οὐ γάρ πω τοῦτʼ ἐστὶ φίλον μακάρεσσι θεοῖσιν,φυλόπιδος λῆξαι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ.καὶ πῶς ὦ κατάρατε λύκος ποτʼ ἂν οἶν ὑμεναιοῖ;ὡς ἡ σφονδύλη φεύγουσα πονηρότατον βδεῖ,†χἠ κώδων† ἀκαλανθὶς ἐπειγομένη τυφλὰ τίκτει,τουτάκις οὔπω χρῆν τὴν εἰρήνην πεποιῆσθαι.ἀλλὰ τί χρῆν ἡμᾶς; οὐ παύσασθαι πολεμοῦντας,ἢ διακαυνιάσαι πότεροι κλαυσούμεθα μεῖζον,ἐξὸν σπεισαμένοις κοινῇ τῆς Ἑλλάδος ἄρχειν;οὔποτε ποιήσεις τὸν καρκίνον ὀρθὰ βαδίζειν.οὔποτε δειπνήσεις ἔτι τοῦ λοιποῦ νʼ πρυτανείῳ,οὐδʼ ἐπὶ τῷ πραχθέντι ποιήσεις ὕστερον οὐδέν.οὐδέποτʼ ἂν θείης λεῖον τὸν τραχὺν ἐχῖνον.ἆρα φενακίζων ποτʼ Ἀθηναίους ἔτι παύσει;ποῖον γὰρ κατὰ χρησμὸν ἐκαύσατε μῆρα θεοῖσιν;ὅνπερ κάλλιστον δήπου πεποίηκεν Ὅμηρος·ὣς οἱ μὲν νέφος ἐχθρὸν ἀπωσάμενοι πολέμοιοΕἰρήνην εἵλοντο καὶ ἱδρύσανθʼ ἱερείῳ.αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνʼ ἐπάσαντο,ἔσπενδον δεπάεσσιν· ἐγὼ δʼ ὁδὸν ἡγεμόνευον·χρησμολόγῳ δʼ οὐδεὶς ἐδίδου κώθωνα φαεινόν.οὐ μετέχω τούτων· οὐ γὰρ ταῦτʼ εἶπε Σίβυλλα.ἀλλʼ ὁ σοφός τοι νὴ Δίʼ Ὅμηρος δεξιὸν εἶπεν·ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος,ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.φράζεο δὴ μή πώς σε δόλῳ φρένας ἐξαπατήσαςἰκτῖνος μάρψῃ.τουτὶ μέντοι σὺ φυλάττου,ὡς οὗτος φοβερὸς τοῖς σπλάγχνοις ἐστὶν ὁ χρησμός.ἔγχει δὴ σπονδὴν καὶ τῶν σπλάγχνων φέρε δευρί.ἀλλʼ εἰ ταῦτα δοκεῖ, κἀγὼ ʼμαυτῷ βαλανεύσω.σπονδὴ σπονδή.ἔγχει δὴ κἀμοὶ καὶ σπλάγχνων μοῖραν ὄρεξον.ἀλλʼ οὔπω τοῦτʼ ἐστὶ φίλον μακάρεσσι θεοῖσιν·ἀλλὰ τόδε πρότερον, σπένδειν ἡμᾶς, σὲ δʼ ἀπελθεῖν.ὦ πότνιʼ Εἰρήνη παράμεινον τὸν βίον ἡμῖν.πρόσφερε τὴν γλῶτταν.σὺ δὲ τὴν σαυτοῦ γʼ ἀπένεγκε.σπονδή.