τί ποτʼ ἄρα λέξει;δῆλός ἐσθʼ οὗτός γʼ ὅτιἐναντιώσεταί τι ταῖς διαλλαγαῖς.οὔκ, ἀλλὰ κατὰ τὴν κνῖσαν εἰσελήλυθεν.μή νυν ὁρᾶν δοκῶμεν αὐτόν.εὖ λέγεις.τίς ἡ θυσία ποθʼ αὑτηὶ καὶ τῷ θεῶν;ὀπτα σὺ σιγῇ κἄπαγʼ ἀπὸ τῆς ὀσφύος.ὅτῳ δὲ θύετʼ οὐ φράσεθʼ;ἡ κέρκος ποιεῖκαλῶς;καλῶς δῆτʼ ὦ πότνιʼ Εἰρήνη φίλη.ἄγε νυν ἀπάρχου κᾆτα δὸς τἀπάργματα.ὀπτᾶν ἄμεινον πρῶτον.ἀλλὰ ταυταγὶἤδη ʼστὶν ὀπτά.πολλὰ πράττεις, ὅστις εἶ.κατάτεμνε. ποῦ τράπεζα; τὴν σπονδὴν φέρε.ἡ γλῶττα χωρὶς τέμνεται.μεμνήμεθα.ἀλλʼ οἶσθʼ ὃ δρᾶσον;ἢν φράσῃς.μὴ διαλέγουνῷν μηδέν· Εἰρήνῃ γὰρ ἱερὰ θύομεν.ὦ μέλεοι θνητοὶ καὶ νήπιοι,ἐς κεφαλὴν σοί.οἵτινες ἀφραδίῃσι θεῶν νόον οὐκ ἀίοντεςσυνθήκας πεποίησθʼ ἄνδρες χαροποῖσι πιθήκοις,αἰβοιβοῖ.τί γελᾷς;ἥσθην χαροποῖσι πιθήκοις.καὶ κέπφοι τρήρωνες ἀλωπεκιδεῦσι πέπεισθε,ὧν δόλιαι ψυχαί, δόλιαι φρένες.εἴθε σου εἶναιὤφελεν ὦλαζὼν οὑτωσὶ θερμὸς ὁ πλεύμων.εἰ γὰρ μὴ νύμφαι γε θεαὶ Βάκιν ἐξαπάτασκον,μηδὲ Βάκις θνητούς, μηδʼ αὖ νύμφαι Βάκιν αὐτὸν—ἐξώλης ἀπόλοιʼ, εἰ μὴ παύσαιο βακίζων.οὔπω θέσφατον ἦν Εἰρήνης δέσμʼ ἀναλῦσαι,ἀλλὰ τόδε πρότερον—