κλέπτης μὲν οὖν οὗτός γε καὶ ξυνωμότης.μὰ Δίʼ ἀλλʼ ἄριστός ἐστι τῶν νυνὶ κυνῶνοἷός τε πολλοῖς προβατίοις ἐφεστάναι.τί οὖν ὄφελος, τὸν τυρὸν εἰ κατεσθίει;ὅ τι; σοῦ προμάχεται καὶ φυλάττει τὴν θύρανκαὶ τἄλλʼ ἄριστός ἐστιν· εἰ δʼ ὑφείλετο,ξύγγνωθι. κιθαρίζειν γὰρ οὐκ ἐπίσταται.ἐγὼ δʼ ἐβουλόμην ἂν οὐδὲ γράμματα,ἵνα μὴ κακουργῶν ἐνέγραφʼ ἡμῖν τὸν λόγον.ἄκουσον ὦ δαιμόνιέ μου τῶν μαρτύρων.ἀνάβηθι τυρόκνηστι καὶ λέξον μέγα·σὺ γὰρ ταμιεύουσʼ ἔτυχες. ἀπόκριναι σαφῶς,εἰ μὴ κατέκνησας τοῖς στρατιώταις ἅλαβες.φησὶ κατακνῆσαι.νὴ Δίʼ ἀλλὰ ψεύδεται.ὦ δαιμόνιʼ ἐλέει ταλαιπωρουμένους.οὗτος γὰρ ὁ Λάβης καὶ τραχήλιʼ ἐσθίεικαὶ τὰς ἀκάνθας, κοὐδέποτʼ ἐν ταὐτῷ μένει.ὁ δʼ ἕτερος οἷός ἐστιν οἰκουρὸς μόνον.αὐτοῦ μένων γὰρ ἅττʼ ἂν εἴσω τις φέρῃτούτων μεταιτεῖ τὸ μέρος· εἰ δὲ μή, δάκνει.αἰβοῖ. τί κακόν ποτʼ ἔσθʼ ὅτῳ μαλάττομαι;κακόν τι περιβαίνει με κἀναπείθομαι.ἴθʼ ἀντιβολῶ σʼ· οἰκτίρατʼ αὐτὸν ὦ πάτερ,καὶ μὴ διαφθείρητε. ποῦ τὰ παιδία;ἀναβαίνετʼ ὦ πόνηρα καὶ κνυζούμενααἰτεῖτε κἀντιβολεῖτε καὶ δακρύετε.κατάβα κατάβα κατάβα κατάβα.καταβήσομαι.καίτοι τὸ κατάβα τοῦτο πολλοὺς δὴ πάνυἐξηπάτηκεν. ἀτὰρ ὅμως καταβήσομαι.ἐς κόρακας. ὡς οὐκ ἀγαθόν ἐστι τὸ ῥοφεῖν.ἐγὼ γὰρ ἀπεδάκρυσα νῦν γνώμην ἐμὴνοὐδέν ποτʼ ἀλλʼ ἢ τῆς φακῆς ἐμπλήμενος.οὔκουν ἀποφεύγει δῆτα;χαλεπὸν εἰδέναι.ἴθʼ ὦ πατρίδιον ἐπὶ τὰ βελτίω τρέπου.τηνδὶ λαβὼν τὴν ψῆφον ἐπὶ τὸν ὕστερονμύσας παρᾷξον κἀπόλυσον ὦ πάτερ.οὐ δῆτα· κιθαρίζειν γὰρ οὐκ ἐπίσταμαι.