Οὗτος τί πάσχεις ὦ κακόδαιμον Ξανθία;φυλακὴν καταλύειν νυκτερινὴν διδάσκομαι.κακὸν ἆρα ταῖς πλευραῖς τι προὐφείλεις μέγα.ἆρʼ οἶσθά γʼ οἷον κνώδαλον φυλάττομεν;οἶδʼ, ἀλλʼ ἐπιθυμῶ σμικρὸν ἀπομερμηρίσαι.σὺ δʼ οὖν παρακινδύνευʼ, ἐπεὶ καὐτοῦ γʼ ἐμοῦκατὰ τοῖν κόραιν ὕπνου τι καταχεῖται γλυκύ.ἀλλʼ ἦ παραφρονεῖς ἐτεὸν ἢ κορυβαντιᾷς;οὔκ, ἀλλʼ ὕπνος μʼ ἔχει τις ἐκ Σαβαζίου.τὸν αὐτὸν ἄρʼ ἐμοὶ βουκολεῖς Σαβάζιον.κἀμοὶ γὰρ ἀρτίως ἐπεστρατεύσατοΜῆδός τις ἐπὶ τὰ βλέφαρα νυστακτὴς ὕπνος·καὶ δῆτʼ ὄναρ θαυμαστὸν εἶδον ἀρτίως.κἄγωγʼ ἀληθῶς οἷον οὐδεπώποτε.ἀτὰρ σὺ λέξον πρότερος.ἐδόκουν αἰετὸνκαταπτόμενον ἐς τὴν ἀγορὰν μέγαν πάνυἀναρπάσαντα τοῖς ὄνυξιν ἀσπίδαφέρειν ἐπίχαλκον ἀνεκὰς ἐς τὸν οὐρανόν,κἄπειτα ταύτην ἀποβαλεῖν Κλεώνυμον.οὐδὲν ἄρα γρίφου διαφέρει Κλεώνυμος.πῶς δή;προσερεῖ τις τοῖσι συμπόταις, λέγωντί ταὐτὸν ἐν γῇ τʼ ἀπέβαλεν κἀν οὐρανῷκἀν τῇ θαλάττῃ θηρίον τὴν ἀσπίδα;οἴμοι τί δῆτά μοι κακὸν γενήσεταιἰδόντι τοιοῦτον ἐνύπνιον;μὴ φροντίσῃς.οὐδὲν γὰρ ἔσται δεινὸν οὐ μὰ τοὺς θεούς.δεινόν γέ ποὔστʼ ἄνθρωπος ἀποβαλὼν ὅπλα.ἀτὰρ σὺ τὸ σὸν αὖ λέξον.ἀλλʼ ἐστὶν μέγα.περὶ τῆς πόλεως γάρ ἐστι τοῦ σκάφους ὅλου.λέγε νυν ἀνύσας τι τὴν τρόπιν τοῦ πράγματος.ἔδοξέ μοι περὶ πρῶτον ὕπνον ἐν τῇ πυκνὶἐκκλησιάζειν πρόβατα συγκαθήμενα,βακτηρίας ἔχοντα καὶ τριβώνια·κἄπειτα τούτοις τοῖς προβάτοισι μοὐδόκειδημηγορεῖν φάλαινα πανδοκεύτρια,ἔχουσα φωνὴν ἐμπεπρησμένης ὑός.