φέρε νύν σε τῃδὶ τὴν ταχίστην περιάγω.ὅδʼ ἔσθʼ ὁ πρότερος;οὗτος·αὕτη ʼνταῦθʼ ἔνι.ἐξηπάτηται κἀπολέλυκεν οὐχ ἑκών.φέρʼ ἐξεράσω.πῶς ἄρʼ ἠγωνίσμεθα;δείξειν ἔοικεν. ἐκπέφευγας ὦ Λάβης.πάτερ πάτερ τί πέπονθας; οἴμοι· ποῦ ʼσθʼ ὕδωρ;ἔπαιρε σαυτόν.εἰπέ νυν ἐκεῖνό μοι,ὄντως ἀπέφυγε;νὴ Δίʼ·οὐδέν εἰμʼ ἄρα.μὴ φροντίσῃς ὦ δαιμόνιʼ· ἀλλʼ ἀνίστασο.πῶς οὖν ἐμαυτῷ τοῦτʼ ἐγὼ ξυνείσομαι,φεύγοντʼ ἀπολύσας ἄνδρα; τί ποτε πείσομαι;ἀλλʼ ὦ πολυτίμητοι θεοὶ ξύγγνωτέ μοι·ἄκων γὰρ αὔτʼ ἔδρασα κοὐ τοὐμοῦ τρόπου.καὶ μηδὲν ἀγανάκτει γʼ. ἐγὼ γάρ σʼ ὦ πάτερθρέψω καλῶς, ἄγων μετʼ ἐμαυτοῦ πανταχοῖ,ἐπὶ δεῖπνον, ἐς ξυμπόσιον, ἐπὶ θεωρίαν,ὥσθʼ ἡδέως διάγειν σε τὸν λοιπὸν χρόνον·κοὐκ ἐγχανεῖταί σʼ ἐξαπατῶν Ὑπέρβολος.ἀλλʼ εἰσίωμεν.ταῦτά νυν, εἴπερ δοκεῖ.ἀλλʼ ἴτε χαίροντες ὅποι βούλεσθʼ.ὑμεῖς δὲ τέως ὦ μυριάδεςἀναρίθμητοι,νῦν τὰ μέλλοντʼ εὖ λέγεσθαιμὴ πέσῃ φαύλως χαμᾶζʼεὐλαβεῖσθε.τοῦτο γὰρ σκαιῶν θεατῶνἐστὶ πάσχειν, κοὐ πρὸς ὑμῶν.νῦν αὖτε λεῲ προσέχετε τὸν νοῦν, εἴπερ καθαρόν τι φιλεῖτε.μέμψασθαι γὰρ τοῖσι θεαταῖς ὁ ποιητὴς νῦν ἐπιθυμεῖ.ἀδικεῖσθαι γάρ φησιν πρότερος πόλλʼ αὐτοὺς εὖ πεποιηκώς,τὰ μὲν οὐ φανερῶς ἀλλʼ ἐπικουρῶν κρύβδην ἑτέροισι ποιηταῖς,μιμησάμενος τὴν Εὐρυκλέους μαντείαν καὶ διάνοιαν,εἰς ἀλλοτρίας γαστέρας ἐνδὺς κωμῳδικὰ πολλὰ χέασθαι·