κοὐ μετέδωκʼ αἰτοῦντί μοι.καίτοι τίς ὑμᾶς εὖ ποιεῖν δυνήσεται,ἢν μή τι κἀμοί τις προβάλλῃ τῷ κυνί;οὐδὲν μετέδωκεν οὐδὲ τῷ κοινῷ γʼ ἐμοί.θερμὸς γὰρ ἁνὴρ οὐδὲν ἧττον τῆς φακῆς.πρὸς τῶν θεῶν μὴ προκαταγίγνωσκʼ ὦ πάτερ,πρὶν ἄν γʼ ἀκούσῃς ἀμφοτέρων.ἀλλʼ ὦγαθὲτὸ πρᾶγμα φανερόν ἐστιν· αὐτὸ γὰρ βοᾷ.μή νυν ἀφῆτέ γʼ αὐτόν, ὡς ὄντʼ αὖ πολὺκυνῶν ἁπάντων ἄνδρα μονοφαγίστατον,ὅστις περιπλεύσας τὴν θυείαν ἐν κύκλῳἐκ τῶν πόλεων τὸ σκῖρον ἐξεδήδοκεν.ἐμοὶ δέ γʼ οὐκ ἔστʼ οὐδὲ τὴν ὑδρίαν πλάσαι.πρὸς ταῦτα τοῦτον κολάσατʼ· οὐ γὰρ ἄν ποτετρέφειν δύναιτʼ ἂν μία λόχμη κλέπτα δύο·ἵνα μὴ κεκλάγγω διὰ κενῆς ἄλλως ἐγώ·ἐὰν δὲ μή, τὸ λοιπὸν οὐ κεκλάγξομαι.ἰοὺ ἰού.ὅσας κατηγόρησε τὰς πανουργίας.κλέπτον τὸ χρῆμα τἀνδρός· οὐ καὶ σοὶ δοκεῖὦλεκτρυόν; νὴ τὸν Δίʼ ἐπιμύει γέ τοι.ὁ θεσμοθέτης· ποῦ ʼσθʼ οὗτος; ἀμίδα μοι δότω.αὐτὸς καθελοῦ· τοὺς μάρτυρας γὰρ ἐσκαλῶ.Λάβητι μάρτυρας παρεῖναι τρύβλιονδοίδυκα τυρόκνηστιν ἐσχάραν χύτραν,καὶ τἄλλα, τὰ σκεύη τὰ προσκεκαυμένα.ἀλλʼ ἔτι σύ γʼ οὐρεῖς καὶ καθίζεις οὐδέπω;τοῦτον δέ γʼ οἶμʼ ἐγὼ χεσεῖσθαι τήμερον.οὐκ αὖ σὺ παύσει χαλεπὸς ὢν καὶ δύσκολος,καὶ ταῦτα τοῖς φεύγουσιν, ἀλλʼ ὀδὰξ ἔχει;ἀνάβαινʼ, ἀπολογοῦ. τί σεσιώπηκας; λέγε.ἀλλʼ οὐκ ἔχειν οὗτός γʼ ἔοικεν ὅ τι λέγῃ.οὔκ, ἀλλʼ ἐκεῖνό μοι δοκεῖ πεπονθέναι,ὅπερ ποτὲ φεύγων ἔπαθε καὶ Θουκυδίδης·ἀπόπληκτος ἐξαίφνης ἐγένετο τὰς γνάθους.πάρεχʼ ἐκποδών. ἐγὼ γὰρ ἀπολογήσομαι.χαλεπὸν μὲν ὦνδρες ἐστὶ διαβεβλημένουὑπεραποκρίνεσθαι κυνός, λέξω δʼ ὅμως.ἀγαθὸς γάρ ἐστι καὶ διώκει τοὺς λύκους.