τῶν γραψαμένωνκἀπιδακρύειν ἀντιβολούντων,καὶ παυσάμενον τῆς δυσκολίαςἀπὸ τῆς ὀργῆςτὴν ἀκαλήφην ἀφελέσθαι.ξυνευχόμεσθα ταὐτά σοι κἀπᾴδομεννέαισιν ἀρχαῖς ἕνεκα τῶν προλελεγμένων.εὖνοι γάρ ἐσμεν ἐξ οὗτὸν δῆμον ᾐσθόμεσθά σουφιλοῦντος ὡς οὐδεὶς ἀνὴρτῶν γε νεωτέρων.ἰήιε Παιάν.εἴ τις θύρασιν ἡλιαστής, εἰσίτω·ὡς ἡνίκʼ ἂν λέγωσιν οὐκ ἐσφρήσομεν.τίς ἆρʼ ὁ φεύγων;οὗτος.ὅσον ἁλώσεται.ἀκούετʼ ἤδη τῆς γραφῆς. ἐγράψατοκύων Κυδαθηναιεὺς Λάβητʼ Αἰξωνέατὸν τυρὸν ἀδικεῖν ὅτι μόνος κατήσθιεντὸν Σικελικόν. τίμημα κλῳὸς σύκινος.θάνατος μὲν οὖν κύνειος, ἢν ἅπαξ ἁλῷ.καὶ μὴν ὁ φεύγων οὑτοσὶ Λάβης πάρα.ὦ μιαρὸς οὗτος· ὡς δὲ καὶ κλέπτον βλέπει,οἷον σεσηρὼς ἐξαπατήσειν μʼ οἴεται.ποῦ δʼ ἔσθʼ ὁ διώκων, ὁ Κυδαθηναιεὺς κύων;αὗ αὗ.πάρεστιν οὗτος.ἕτερος οὗτος αὖ Λάβης.ἀγαθός γʼ ὑλακτεῖν καὶ διαλείχειν τὰς χύτρας.σίγα, κάθιζε· σὺ δʼ ἀναβὰς κατηγόρει.φέρε νυν ἅμα τήνδʼ ἐγχεάμενος κἀγὼ ῥοφῶ.τῆς μὲν γραφῆς ἠκούσαθʼ ἣν ἐγραψάμηνἄνδρες δικασταὶ τουτονί. δεινότατα γὰρἔργων δέδρακε κἀμὲ καὶ τὸ ῥυππαπαῖ.ἀποδρὰς γὰρ ἐς τὴν γωνίαν τυρὸν πολὺνκατεσικέλιζε κἀνέπλητʼ ἐν τῷ σκότῳ —νὴ τὸν Δίʼ ἀλλὰ δῆλός ἐστʼ· ἔμοιγέ τοιτυροῦ κάκιστον ἀρτίως ἐνήρυγενὁ βδελυρὸς οὗτος.