ἀλλʼ εἴσαγʼ ἀνύσας· ὡς ἐγὼ τιμᾶν βλέπω.φέρε νυν ἐνέγκω τὰς σανίδας καὶ τὰς γραφάς.οἴμοι διατρίβεις κἀπολεῖς τριψημερῶν·ἐγὼ δʼ ἀλοκίζειν ἐδεόμην τὸ χωρίον.ἰδού.κάλει νυν.ταῦτα δή. τίς οὑτοσὶὁ πρῶτός ἐστιν;ἐς κόρακας, ὡς ἄχθομαιὁτιὴ ʼπελαθόμην τοὺς καδίσκους ἐκφέρειν.οὗτος σὺ ποῖ θεῖς;ἐπὶ καδίσκους.μη δαμῶς.ἐγὼ γὰρ εἶχον τούσδε τοὺς ἀρυστίχους.κάλλιστα τοίνυν· πάντα γὰρ πάρεστι νῷνὅσων δεόμεθα, πλήν γε δὴ τῆς κλεψύδρας.ἡδὶ δὲ δὴ τίς ἐστιν; οὐχὶ κλεψύδρα;εὖ γʼ ἐκπορίζεις αὐτὰ κἀπιχωρίως.ἀλλʼ ὡς τάχιστα πῦρ τις ἐξενεγκάτωκαὶ μυρρίνας καὶ τὸν λιβανωτὸν ἔνδοθεν,ὅπως ἂν εὐξώμεσθα πρῶτα τοῖς θεοῖς.καὶ μὴν ἡμεῖς ἐπὶ ταῖς σπονδαῖςκαὶ ταῖς εὐχαῖςφήμην ἀγαθὴν λέξομεν ὑμῖν,ὅτι γενναίως ἐκ τοῦ πολέμουκαὶ τοῦ νείκους ξυνεβήτην.εὐφημία μὲν πρῶτα νῦν ὑπαρχέτω.ὦ Φοῖβʼ Ἄπολλον Πύθιʼ ἐπʼ ἀγαθῇ τύχῃτὸ πρᾶγμʼ ὃ μηχανᾶταιἔμπροσθεν οὗτος τῶν θυρῶν,ἅπασιν ἡμῖν ἁρμόσαιπαυσαμένοις πλάνων.ἰήιε Παιάν.ὦ δέσποτʼ ἄναξ γεῖτον ἀγυιεῦ προθύρου προπύλαιε,δέξαι τελετὴν καινὴν ὦναξ, ἣν τῷ πατρὶ καινοτομοῦμεν,παῦσόν τʼ αὐτοῦ τοῦτο τὸ λίαν στρυφνὸν καὶ πρίνινον ἦθος,ἀντὶ σιραίου μέλιτος μικρὸν τῷ θυμιδίῳ παραμείξας·ἤδη δʼ εἶναι τοῖς ἀνθρώποιςἤπιον αὐτόν,τοὺς φεύγοντάς τʼ ἐλεεῖν μᾶλλον