αὐτοῦ μένων γὰρ τὴν φακῆν ῥοφήσομαι.ἀτὰρ τί τὸν ὄρνιν ὡς ἔμʼ ἐξηνέγκατε;ἵνα γʼ, ἢν καθεύδῃς ἀπολογουμένου τινός,ᾄδων ἄνωθεν ἐξεγείρῃ σʼ οὑτοσί.ἓν ἔτι ποθῶ, τὰ δʼ ἄλλʼ ἀρέσκει μοι.τὸ τί;θἠρῷον εἴ πως ἐκκομίσαις τὸ τοῦ Λύκου.πάρεστι τουτί, καὐτὸς ἅναξ οὑτοσί.ὦ δέσποθʼ ἥρως ὡς χαλεπὸς ἄρʼ ἦσθʼ ἰδεῖν.οἷόσπερ ἡμῖν φαίνεται Κλεώνυμος.οὔκουν ἔχει γʼ οὐδʼ αὐτὸς ἥρως ὢν ὅπλα.εἰ θᾶττον ἐκαθίζου σύ, θᾶττον ἂν δίκηνἐκάλουν.κάλει νυν, ὡς κάθημαι ʼγὼ πάλαι.φέρε νυν τίνʼ αὐτῷ πρῶτον εἰσαγάγω δίκην;τί τίς κακὸν δέδρακε τῶν ἐν τᾠκίᾳ;ἡ Θρᾷττα προσκαύσασα πρώην τὴν χύτραν —ἐπίσχες οὗτος· ὡς ὀλίγου μʼ ἀπώλεσας.ἄνευ δρυφάκτου τὴν δίκην μέλλεις καλεῖν,ὃ πρῶτον ἡμῖν τῶν ἱερῶν ἐφαίνετο;μὰ τὸν Δίʼ οὐ πάρεστιν.ἀλλʼ ἐγὼ δραμὼναὐτὸς κομιοῦμαι τό γε παραυτίκʼ ἔνδοθεν.τί ποτε τὸ χρῆμʼ; ὡς δεινὸν ἡ φιλοχωρία.βάλλʼ ἐς κόρακας. τοιουτονὶ τρέφειν κύνα.τί δʼ ἔστιν ἐτεόν;οὐ γὰρ ὁ Λάβης ἀρτίωςὁ κύων παρᾴξας ἐς τὸν ἰπνὸν ὑφαρπάσαςτροφαλίδα τυροῦ Σικελικὴν κατεδήδοκεν;τοῦτʼ ἆρα πρῶτον τἀδίκημα τῷ πατρὶεἰσακτέον μοι· σὺ δὲ κατηγόρει παρών.μὰ Δίʼ οὐκ ἔγωγʼ· ἀλλʼ ἅτερός φησιν κύωνκατηγορήσειν, ἤν τις εἰσάγῃ γραφήν.ἴθι νυν ἄγʼ αὐτὼ δεῦρο.ταῦτα χρὴ ποιεῖν.τουτὶ τί ἔστι;χοιροκομεῖον Ἑστίας.εἶθʼ ἱεροσυλήσας φέρεις;οὔκ, ἀλλʼ ἵναἀφʼ Ἑστίας ἀρχόμενος ἐπιτρίψω τινά.