πῶς οὖν διαγιγνώσκειν καλῶς δυνήσομαιὥσπερ πρότερον τὰ πράγματʼ ἔτι μασώμενος;πολλῷ γʼ ἄμεινον· καὶ λέγεται γὰρ τουτογί,ὡς οἱ δικασταὶ ψευδομένων τῶν μαρτύρωνμόλις τὸ πρᾶγμʼ ἔγνωσαν ἀναμασώμενοι.ἀνά τό με πείθεις. ἀλλʼ ἐκεῖνʼ οὔπω λέγεις,τὸν μισθὸν ὁπόθεν λήψομαι.παρʼ ἐμοῦ.καλῶς,ὁτιὴ κατʼ ἐμαυτὸν κοὐ μεθʼ ἑτέρου λήψομαι.αἴσχιστα γάρ τοί μʼ ἠργάσατο Λυσίστρατοςὁ σκωπτόλης. δραχμὴν μετʼ ἐμοῦ πρώην λαβὼνἐλθὼν διεκερματίζετʼ ἐν τοῖς ἰχθύσιν,κἄπειτʼ ἐνέθηκε τρεῖς λοπίδας μοι κεστρέων·κἀγὼ ʼνέκαψʼ· ὀβολοὺς γὰρ ᾠόμην λαβεῖν·κᾆτα βδελυχθεὶς ὀσφρόμενος ἐξέπτυσα·κᾆθʼ εἷλκον αὐτόν.ὁ δὲ τί πρὸς ταῦτʼ εἶφʼ;ὅ τι;ἀλεκτρυόνος μʼ ἔφασκε κοιλίαν ἔχειν·ταχὺ γοῦν καθέψεις τἀργύριον, ἦ δʼ ὃς λέγων.ὁρᾷς ὅσον καὶ τοῦτο δῆτα κερδανεῖς.οὐ πάνυ τι μικρόν. ἀλλʼ ὅπερ μέλλεις ποίει.ἀνάμενέ νυν· ἐγὼ δὲ ταῦθʼ ἥξω φέρων.ὅρα τὸ χρῆμα, τὰ λόγιʼ ὡς περαίνεται.ἠκηκόη γὰρ ὡς Ἀθηναῖοί ποτεδικάσοιεν ἐπὶ ταῖς οἰκίαισι τὰς δίκας,κἀν τοῖς προθύροις ἐνοικοδομήσοι πᾶς ἀνὴραὑτῷ δικαστηρίδιον μικρὸν πάνυ,ὥσπερ Ἑκάταιον, πανταχοῦ πρὸ τῶν θυρῶν.ἰδού, τί ἔτʼ ἐρεῖς; ὡς ἅπαντʼ ἐγὼ φέρωὅσαπερ ἔφασκον, κἄτι πολλῷ πλείονα.ἀμὶς μέν, ἢν οὐρητιάσῃς, αὑτηὶπαρά σοι κρεμήσετʼ ἐγγὺς ἐπὶ τοῦ παττάλου.σοφόν γε τουτὶ καὶ γέροντι πρόσφορονἐξηῦρες ἀτεχνῶς φάρμακον στραγγουρίας.καὶ πῦρ γε τουτί· καὶ προσέστηκεν φακῆῥοφεῖν, ἐὰν δέῃ τι.τοῦτʼ αὖ δεξιόν·κἂν γὰρ πυρέττω, τόν γε μισθὸν λήψομαι.