τότʼ ἐπεμαίνετʼ· ἔγνωκε γὰρ ἀρτίως,λογίζεταί τʼ ἐκεῖνα πάνθʼ ἁμαρτίαςἃ σοῦ κελεύοντος οὐκ ἐπείθετο.νῦν δʼ ἴσως τοῖσι σοῖς λόγοις πείθεταικαὶ σωφρονεῖ μέντοι μεθιστὰςἐς τὸ λοιπὸν τὸν τρόπονπιθόμενός τέ σοι.ἰώ μοί μοι.οὗτος τί βοᾷς;μή μοι τούτων μηδὲν ὑπισχνοῦ.κείνων ἔραμαι, κεῖθι γενοίμαν,ἵνʼ ὁ κῆρύξ φησι, ʼτίς ἀψήφιστος; ἀνιστάσθω.ʼκἀπισταίην ἐπὶ τοῖς κημοῖςψηφιζομένων ὁ τελευταῖος.σπεῦδʼ ὦ ψυχή. ποῦ μοι ψυχή;πάρες ὦ σκιερά. μὰ τὸν Ἡρακλέαμή νυν ἔτʼ ἐγὼ ʼν τοῖσι δικασταῖςκλέπτοντα Κλέωνα λάβοιμι.ἴθʼ ὦ πάτερ πρὸς τῶν θεῶν ἐμοὶ πιθοῦ.τί σοι πίθωμαι; λέγʼ ὅ τι βούλει πλὴν ἑνός.ποίου; φέρʼ ἴδω.τοῦ μὴ δικάζειν. τοῦτο δὲἍιδης διακρινεῖ πρότερον ἢ ʼγὼ πείσομαι.σὺ δʼ οὖν, ἐπειδὴ τοῦτο κεχάρηκας ποιῶν,ἐκεῖσε μὲν μηκέτι βάδιζʼ, ἀλλʼ ἐνθάδεαὐτοῦ μένων δίκαζε τοῖσιν οἰκέταις.περὶ τοῦ; τί ληρεῖς;ταὔθʼ ἅπερ ἐκεῖ πράττεται·ὅτι τὴν θύραν ἀνέῳξεν ἡ σηκὶς λάθρᾳ,ταύτης ἐπιβολὴν ψηφιεῖ μίαν μόνην.πάντως δὲ κἀκεῖ ταῦτʼ ἔδρας ἑκάστοτε.καὶ ταῦτα μέν νυν εὐλόγως, ἢν ἐξέχῃἕλη κατʼ ὄρθρον, ἡλιάσει πρὸς ἥλιον·ἐὰν δὲ νείφῃ, πρὸς τὸ πῦρ καθήμενος·ὕοντος εἴσει· κἄν ἔγρῃ μεσημβρινός,οὐδείς σʼ ἀποκλῄσει θεσμοθέτης τῇ κιγκλίδι.τουτί μʼ ἀρέσκει.πρὸς δὲ τούτοις γʼ, ἢν δίκηνλέγῃ μακράν τις, οὐχὶ πεινῶν ἀναμενεῖςδάκνων σεαυτὸν καὶ τὸν ἀπολογούμενον.