ἐπὶ τῶν ἐχθρῶν τινʼ ἐπιρρύξας, ἀγρίως αὐτοῖς ἐπιπηδᾷς.εἰ γὰρ ἐβούλοντο βίον πορίσαι τῷ δήμῳ, ῥᾴδιον ἦν ἄν.εἰσίν γε πόλεις χίλιαι αἳ νῦν τὸν φόρον ἡμῖν ἀπάγουσι·τούτων εἴκοσιν ἄνδρας βόσκειν εἴ τις προσέταξεν ἑκάστῃ,δύο μυριάδʼ ἂν τῶν δημοτικῶν ἔζων ἐν πᾶσι λαγῴοιςκαὶ στεφάνοισιν παντοδαποῖσιν καὶ πυριάτῃ,ἄξια τῆς γῆς ἀπολαύοντες καὶ τοῦ ʼν Μαραθῶνι τροπαίου.νῦν δʼ ὥσπερ ἐλαολόγοι χωρεῖθʼ ἅμα τῷ τὸν μισθὸν ἔχοντι.οἴμοι τί πέπονθʼ; ὡς νάρκη μου κατὰ τῆς χειρὸς καταχεῖται,καὶ τὸ ξίφος οὐ δύναμαι κατέχειν, ἀλλʼ ἤδη μαλθακός εἰμι.ἀλλʼ ὁπόταν μὲν δείσωσʼ αὐτοί, τὴν Εὔβοιαν διδόασινὑμῖν καὶ σῖτον ὑφίστανται κατὰ πεντήκοντα μεδίμνουςποριεῖν· ἔδοσαν δʼ οὐπώποτέ σοι πλὴν πρώην πέντε μεδίμνους,καὶ ταῦτα μόλις ξενίας φεύγων ἔλαβες κατὰ χοίνικα κριθῶν.ὧν οὕνεκʼ ἐγώ σʼ ἀπέκλῃον ἀεὶβόσκειν ἐθέλων καὶ μὴ τούτουςἐγχάσκειν σοι στομφάζοντας.καὶ νῦν ἀτεχνῶς ἐθέλω παρέχεινὅ τι βούλει σοι,πλὴν κωλακρέτου γάλα πίνειν.ἦ που σοφὸς ἦν ὅστις ἔφασκεν, πρὶν ἂν ἀμφοῖν μῦθον ἀκούσῃς,οὐκ ἂν δικάσαις. σὺ γὰρ οὖν νῦν μοι νικᾶν πολλῷ δεδόκησαι·ὥστʼ ἤδη τὴν ὀργὴν χαλάσας τοὺς σκίπωνας καταβάλλω.ἀλλʼ ὦ τῆς ἡλικίας ἡμῖν τῆς αὐτῆς συνθιασῶτα,πιθοῦ πιθοῦ λόγοισι, μηδʼ ἄφρων γένῃμηδʼ ἀτενὴς ἄγαν ἀτεράμων τʼ ἀνήρ.εἴθʼ ὤφελέν μοι κηδεμὼν ἢ ξυγγενὴςεἶναί τις ὅστις τοιαῦτʼ ἐνουθέτει.σοὶ δὲ νῦν τις θεῶν παρὼν ἐμφανὴςξυλλαμβάνει τοῦ πράγματος,καὶ δῆλός ἐστιν εὖ ποιῶν·σὺ δὲ παρὼν δέχου.καὶ μὴν θρέψω γʼ αὐτὸν παρέχωνὅσα πρεσβύτῃ ξύμφορα, χόνδρονλείχειν, χλαῖναν μαλακήν, σισύραν,πόρνην, ἥτις τὸ πέος τρίψεικαὶ τὴν ὀσφῦν.ἀλλʼ ὅτι σιγᾷ κοὐδὲν γρύζει,τοῦτʼ οὐ δύναταί με προσέσθαι.νενουθέτηκεν αὑτὸν ἐς τὰ πράγμαθʼ, οἶς