νόσον γὰρ ὁ πατὴρ ἀλλόκοτον αὐτοῦ νοσεῖ,ἣν οὐδʼ ἂν εἷς γνοίη ποτʼ οὐδʼ ἂν ξυμβάλοιεἰ μὴ πύθοιθʼ ἡμῶν· ἐπεὶ τοπάζετε.Ἀμυνίας μὲν ὁ Προνάπους φήσʼ οὑτοσὶεἶναι φιλόκυβον αὐτόν· ἀλλʼ οὐδὲν λέγει.μὰ Δίʼ, ἀλλʼ ἀφʼ αὑτοῦ τὴν νόσον τεκμαίρεται.οὔκ, ἀλλὰ φιλο μέν ἐστιν ἀρχὴ τοῦ κακοῦ.ὁδὶ δέ φησι Σωσίας πρὸς Δερκύλονεἶναι φιλοπότην αὐτόν.οὐδαμῶς γʼ, ἐπεὶαὕτη γε χρηστῶν ἐστιν ἀνδρῶν ἡ νόσος.Νικόστρατος δʼ αὖ φησιν ὁ Σκαμβωνίδηςεἶναι φιλοθύτην αὐτὸν ἢ φιλόξενον.μὰ τὸν κύνʼ ὦ Νικόστρατʼ οὐ φιλόξενος,ἐπεὶ καταπύγων ἐστὶν ὅ γε Φιλόξενος.ἄλλως φλυαρεῖτʼ· οὐ γὰρ ἐξευρήσετε.εἰ δὴ ʼπιθυμεῖτʼ εἰδέναι, σιγᾶτε νῦν.φράσω γὰρ ἤδη τὴν νόσον τοῦ δεσπότου.φιληλιαστής ἐστιν ὡς οὐδεὶς ἀνήρ,ἐρᾷ τε τούτου, τοῦ δικάζειν, καὶ στένειἢν μὴ ʼπὶ τοῦ πρώτου καθίζηται ξύλου.ὕπνου δʼ ὁρᾷ τῆς νυκτὸς οὐδὲ πασπάλην.ἢν δʼ οὖν καταμύσῃ κἂν ἄχνην, ὅμως ἐκεῖὁ νοῦς πέτεται τὴν νύκτα περὶ τὴν κλεψύδραν.ὑπὸ τοῦ δὲ τὴν ψῆφόν γʼ ἔχειν εἰωθέναιτοὺς τρεῖς ξυνέχων τῶν δακτύλων ἀνίσταται,ὥσπερ λιβανωτὸν ἐπιτιθεὶς νουμηνίᾳ.καὶ νὴ Δίʼ ἢν ἴδῃ γέ που γεγραμμένονυἱὸν Πυριλάμπους ἐν θύρᾳ Δῆμον καλόν,ἰὼν παρέγραψε πλησίον κημὸς καλός.τὸν ἀλεκτρυόνα δʼ, ὃς ᾖδʼ ἀφʼ ἑσπέρας, ἔφηὄψʼ ἐξεγείρειν αὐτὸν ἀναπεπεισμένον,παρὰ τῶν ὑπευθύνων ἔχοντα χρήματα.εὐθὺς δʼ ἀπὸ δορπηστοῦ κέκραγεν ἐμβάδας,κἄπειτʼ ἐκεῖσʼ ἐλθὼν προκαθεύδει πρῲ πάνυ,ὥσπερ λεπὰς προσεχόμενος τῷ κίονι.ὑπὸ δυσκολίας δʼ ἅπασι τιμῶν τὴν μακρὰνὥσπερ μέλιττʼ ἢ βομβυλιὸς εἰσέρχεταιὑπὸ τοῖς ὄνυξι κηρὸν ἀναπεπλασμένος.ψήφων δὲ δείσας μὴ δεηθείη ποτέ,