ἵνʼ ἔχοι δικάζειν, αἰγιαλὸν ἔνδον τρέφει.τοιαῦτʼ ἀλύει· νουθετούμενος δʼ ἀεὶμᾶλλον δικάζει. τοῦτον οὖν φυλάττομενμοχλοῖσιν ἐνδήσαντες, ὡς ἂν μὴ ʼξίῃ.ὁ γὰρ υἱὸς αὐτοῦ τὴν νόσον βαρέως φέρει.καὶ πρῶτα μὲν λόγοισι παραμυθούμενοςἀνέπειθεν αὐτὸν μὴ φορεῖν τριβώνιονμηδʼ ἐξιέναι θύραζʼ, ὁ δʼ οὐκ ἐπείθετο.εἶτʼ αὐτὸν ἀπέλου κἀκάθαιρʼ, ὁ δʼ οὐ μάλα.μετὰ τοῦτʼ ἐκορυβάντιζʼ, ὁ δʼ αὐτῷ τυμπάνῳᾄξας ἐδίκαζεν ἐς τὸ καινὸν ἐμπεσών.ὅτε δῆτα ταύταις ταῖς τελεταῖς οὐκ ὠφέλει,διέπλευσεν εἰς Αἴγιναν, εἶτα ξυλλαβὼννύκτωρ κατέκλινεν αὐτὸν εἰς Ἀσκληπιοῦ,ὁ δʼ ἀνεφάνη κνεφαῖος ἐπὶ τῇ κιγκλίδι.ἐντεῦθεν οὐκέτʼ αὐτὸν ἐξεφρίεμεν,ὁ δʼ ἐξεδίδρασκε διά τε τῶν ὑδρορροῶνκαὶ τῶν ὀπῶν· ἡμεῖς δʼ ὅσʼ ἦν τετρημέναἐνεβύσαμεν ῥακίοισι κἀπακτώσαμεν,ὁ δʼ ὡσπερεὶ κολοιὸς αὑτῷ παττάλουςἐνέκρουεν ἐς τὸν τοῖχον, εἶτʼ ἐξήλλετο.ἡμεῖς δὲ τὴν αὐλὴν ἅπασαν δικτύοιςκαταπετάσαντες ἐν κύκλῳ φυλάττομεν.ἔστιν δʼ ὄνομα τῷ μὲν γέροντι Φιλοκλέωνναὶ μὰ Δία, τῷ δʼ υἱεῖ γε τῳδὶ Βδελυκλέων,ἔχων τρόπους φρυαγμοσεμνάκους τίνας.ὦ Ξανθία καὶ Σωσία, καθεύδετε;οἴμοι.τί ἔστι;Βδελυκλέων ἀνίσταται.οὐ περιδραμεῖται σφῷν ταχέως δεῦρʼ ἅτερος;ὁ γὰρ πατὴρ ἐς τὸν ἰπνὸν εἰσελήλυθεκαὶ μυσπολεῖ τι καταδεδυκώς. ἀλλʼ ἄθρεικατὰ τῆς πυέλου τὸ τρῆμʼ ὅπως μὴ ʼκδύσεται·σὺ δὲ τῇ θύρᾳ πρόσκεισο.ταῦτʼ ὦ δέσποτα.ἄναξ Πόσειδον τί ποτʼ ἄρʼ ἡ κάπνη ψοφεῖ;οὗτος τίς εἶ σύ;καπνὸς ἔγωγʼ ἐξέρχομαι.καπνός; φέρʼ ἴδω ξύλου τίνος σύ.