αἰβοῖ.τί ἔστι;παῦε παῦε, μὴ λέγε·ὄζει κάκιστον τοὐνύπνιον βύρσης σαπρᾶς.εἶθʼ ἡ μιαρὰ φάλαινʼ ἔχουσα τρυτάνηνἵστη βόειον δημόν.οἴμοι δείλαιος·τὸν δῆμον ἡμῶν βούλεται διιστάναι.ἐδόκει δέ μοι Θέωρος αὐτῆς πλησίονχαμαὶ καθῆσθαι τὴν κεφαλὴν κόρακος ἔχων.εἶτʼ Ἀλκιβιάδης εἶπε πρός με τραυλίσας,ὁλᾷς; Θέωλος τὴν κεφαλὴν κόλακος ἔχει.ὀρθῶς γε τοῦτʼ Ἀλκιβιάδης ἐτραύλισεν.οὔκουν ἐκεῖνʼ ἀλλόκοτον, ὁ Θέωρος κόραξγιγνόμενος;ἥκιστʼ, ἀλλʼ ἄριστον.πῶς;ὅπως;ἄνθρωπος ὢν εἶτʼ ἐγένετʼ ἐξαίφνης κόραξ·οὔκουν ἐναργὲς τοῦτο συμβαλεῖν, ὅτιἀρθεὶς ἀφʼ ἡμῶν ἐς κόρακας οἰχήσεται;εἶτʼ οὐκ ἐγὼ δοὺς δύʼ ὀβολὼ μισθώσομαιοὕτως ὑποκρινόμενον σοφῶς ὀνείρατα;φέρε νυν κατείπω τοῖς θεαταῖς τὸν λόγον,ὀλίγʼ ἄτθʼ ὑπειπὼν πρῶτον αὐτοῖσιν ταδί,μηδὲν παρʼ ἡμῶν προσδοκᾶν λίαν μέγα,μηδʼ αὖ γέλωτα Μεγαρόθεν κεκλεμμένον.ἡμῖν γὰρ οὐκ ἔστʼ οὔτε κάρυʼ ἐκ φορμίδοςδούλω διαρριπτοῦντε τοῖς θεωμένοις,οὔθʼ Ἡρακλῆς τὸ δεῖπνον ἐξαπατώμενος,οὐδʼ αὖθις ἀνασελγαινόμενος Εὐριπίδης·οὐδʼ εἰ Κλέων γʼ ἔλαμψε τῆς τύχης χάριν,αὖθις τὸν αὐτὸν ἄνδρα μυττωτεύσομεν.ἀλλʼ ἔστιν ἡμῖν λογίδιον γνώμην ἔχον,ὑμῶν μὲν αὐτῶν οὐχὶ δεξιώτερον,κωμῳδίας δὲ φορτικῆς σοφώτερον.ἔστιν γὰρ ἡμῖν δεσπότης ἐκεινοσὶἅνω καθεύδων, ὁ μέγας, οὑπὶ τοῦ τέγους.οὗτος φυλάττειν τὸν πατέρʼ ἐπέταξε νῷν,ἔνδον καθείρξας, ἵνα θύραζε μὴ ʼξίῃ.