τουτὶ γάρ τοι σεμνόν, τούτων ὧν εἴρηκας μακαρίζω·τῆς δʼ ἐπικλήρου τὴν διαθήκην ἀδικεῖς ἀνακογχυλιάζων.ἔτι δʼ ἡ βουλὴ χὠ δῆμος ὅταν κρῖναι μέγα πρᾶγμʼ ἀπορήσῃἐψήφισται τοὺς ἀδικοῦντας τοῖσι δικασταῖς παραδοῦναι·εἶτʼ Εὔαθλος χὠ μέγας οὗτος Κολακώνυμος ἀσπιδαποβλὴςοὐχὶ προδώσειν ἡμᾶς φασίν, περὶ τοῦ πλήθους δὲ μαχεῖσθαι.κἀν τῷ δήμῳ γνώμην οὐδεὶς πώποτʼ ἐνίκησεν, ἐὰν μὴεἴπῃ τὰ δικαστήριʼ ἀφεῖναι πρώτιστα μίαν δικάσαντας·αὐτὸς δὲ Κλέων ὁ κεκραξιδάμας μόνον ἡμᾶς οὐ περιτρώγει,ἀλλὰ φυλάττει διὰ χειρὸς ἔχων καὶ τὰς μυίας ἀπαμύνει.σὺ δὲ τὸν πατέρʼ οὐδʼ ὁτιοῦν τούτων τὸν σαυτοῦ πώποτʼ ἔδρασας.ἀλλὰ Θέωρος, καίτοὐστὶν ἀνὴρ Εὐφημίου οὐδὲν ἐλάττων,τὸν σφόγγον ἔχων ἐκ τῆς λεκάνης τἀμβάδιʼ ἡμῶν περικωνεῖ.σκέψαι μʼ ἀπὸ τῶν ἀγαθῶν οἵων ἀποκλῄεις καὶ κατερύκεις,ἣν δουλείαν οὖσαν ἔφασκες καὶ ὑπηρεσίαν ἀποδείξειν.ἔμπλησο λέγων· πάντως γάρ τοι παύσει ποτὲ κἀναφανήσειπρωκτὸς λουτροῦ περιγιγνόμενος τῆς ἀρχῆς τῆς περισέμνου.ὃ δέ γʼ ἥδιστον τούτων ἐστὶν πάντων, οὗ ʼγὼ ʼπελελήσμην,ὅταν οἴκαδʼ ἴω τὸν μισθὸν ἔχων, κἄπειθʼ ἥκονθʼ ἅμα πάντεςἀσπάζωνται διὰ τἀργύριον, καὶ πρῶτα μὲν ἡ θυγάτηρ μεἀπονίζῃ καὶ τὼ πόδʼ ἀλείφῃ καὶ προσκύψασα φιλήσῃκαὶ παππίζουσʼ ἅμα τῇ γλώττῃ τὸ τριώβολον ἐκκαλαμᾶται,καὶ τὸ γύναιόν μʼ ὑποθωπεῦσαν φυστὴν μᾶζαν προσενέγκῃ,κἄπειτα καθεζομένη παρʼ ἐμοὶ προσαναγκάζῃ, φάγε τουτί,ἔντραγε τουτί· τούτοισιν ἐγὼ γάνυμαι, κοὐ μή με δεήσῃἐς σὲ βλέψαι καὶ τὸν ταμίαν, ὁπότʼ ἄριστον παραθήσεικαταρασάμενος καὶ τονθορύσας. ἀλλʼ ἢν μή μοι ταχὺ μάξῃ,τάδε κέκτημαι πρόβλημα κακῶν, σκευὴν βελέων ἀλεωρήν.κἂν οἶνόν μοι μὴ ʼγχῇς σὺ πιεῖν, τὸν ὄνον τόνδʼ ἐσκεκόμισμαιοἴνου μεστόν, κᾆτʼ ἐγχέομαι κλίνας· οὗτος δὲ κεχηνὼςβρωμησάμενος τοῦ σοῦ δίνου μέγα καὶ στράτιον κατέπαρδεν.ἆρʼ οὐ μεγάλην ἀρχὴν ἄρχω καὶ τοῦ Διὸς οὐδὲν ἐλάττω,ὅστις ἀκούω ταὔθʼ ἅπερ ὁ Ζεύς;ἢν γοῦν ἡμεῖς θορυβήσωμεν,πᾶς τίς φησιν τῶν παριόντων,οἷον βροντᾷ τὸ δικαστήριον,ὦ Ζεῦ βασιλεῦ.κἂν ἀστράψω, ποππύζουσινκἀγκεχόδασίν μʼ οἱ πλουτοῦντεςκαὶ πάνυ σεμνοί.