καὶ μὴν εὐθύς γʼ ἀπὸ βαλβίδων περὶ τῆς ἀρχῆς ἀποδείξωτῆς ἡμετέρας ὡς οὐδεμιᾶς ἥττων ἐστὶν βασιλείας.τί γὰρ εὔδαιμον καὶ μακαριστὸν μᾶλλον νῦν ἐστὶ δικαστοῦ,ἢ τρυφερώτερον ἢ δεινότερον ζῷον, καὶ ταῦτα γέροντος;ὃν πρῶτα μὲν ἕρποντʼ ἐξ εὐνῆς τηροῦσʼ ἐπὶ τοῖσι δρυφάκτοιςἄνδρες μεγάλοι καὶ τετραπήχεις· κἄπειτʼ εὐθὺς προσιόντιἐμβάλλει μοι τὴν χεῖρʼ ἁπαλὴν τῶν δημοσίων κεκλοφυῖαν·ἱκετεύουσίν θʼ ὑποκύπτοντες τὴν φωνὴν οἰκτροχοοῦντες·ʼοʼἴκτιρόν μʼ ὦ πάτερ, αἰτοῦμαί σʼ, εἰ καὐτὸς πώποθʼ ὑφείλουἀρχὴν ἄρξας ἢ ʼπὶ στρατιᾶς τοῖς ξυσσίτοις ἀγοράζων·ʼὃς ἔμʼ οὐδʼ ἂν ζῶντʼ ᾔδειν εἰ μὴ διὰ τὴν προτέραν ἀπόφυξιν.τουτὶ περὶ τῶν ἀντιβολούντων ἔστω τὸ μνημόσυνόν μοι.εἶτʼ εἰσελθὼν ἀντιβοληθεὶς καὶ τὴν ὀργὴν ἀπομορχθεὶςἔνδον τούτων ὧν ἂν φάσκω πάντων οὐδὲν πεποίηκα,ἀλλʼ ἀκροῶμαι πάσας φωνὰς ἱέντων εἰς ἀπόφυξιν.φέρʼ ἴδω, τί γὰρ οὐκ ἔστιν ἀκοῦσαι θώπευμʼ ἐνταῦθα δικαστῇ;οἱ μέν γʼ ἀποκλάονται πενίαν αὑτῶν καὶ προστιθέασικακὰ πρὸς τοῖς οὖσιν, † ἕως ἀνιῶν ἂν ἰσώσῃ τοῖσιν ἐμοῖσιν· †οἱ δὲ λέγουσιν μύθους ἡμῖν, οἱ δʼ Αἰσώπου τι γέλοιον·οἱ δὲ σκώπτουσʼ, ἵνʼ ἐγὼ γελάσω καὶ τὸν θυμὸν καταθῶμαι.κἂν μὴ τούτοις ἀναπειθώμεσθα, τὰ παιδάριʼ εὐθὺς ἀνέλκειτὰς θηλείας καὶ τοὺς υἱεῖς τῆς χειρός, ἐγὼ δʼ ἀκροῶμαι·τὰ δὲ συγκύψανθʼ ἅμα βληχᾶται· κἄπειθʼ ὁ πατὴρ ὑπὲρ αὐτῶνὥσπερ θεὸν ἀντιβολεῖ με τρέμων τῆς εὐθύνης ἀπολῦσαι·εἰ μὲν χαίρεις ἀρνὸς φωνῇ, παιδὸς φωνὴν ἐλεήσαις·εἰ δʼ αὖ τοῖς χοιριδίοις χαίρω, θυγατρὸς φωνῇ με πιθέσθαι.χἠμεῖς αὐτῷ τότε τῆς ὀργῆς ὀλίγον τὸν κόλλοπʼ ἀνεῖμεν.ἆρʼ οὐ μεγάλη τοῦτʼ ἔστʼ ἀρχὴ καὶ τοῦ πλούτου καταχήνη;δεύτερον αὖ σου τουτὶ γράφομαι, τὴν τοῦ πλούτου καταχήνην·καὶ τἀγαθά μοι μέμνησʼ ἅχεις φάσκων τῆς Ἑλλάδος ἄρχειν.παίδων τοίνυν δοκιμαζομένων αἰδοῖα πάρεστι θεᾶσθαι.κἂν Οἴαγρος εἰσέλθῃ φεύγων, οὐκ ἀποφεύγει πρὶν ἂν ἡμῖνἐκ τῆς Νιόβης εἴπῃ ῥῆσιν τὴν καλλίστην ἀπολέξας.κἂν αὐλητής γε δίκην νικᾷ, ταύτης ἡμῖν ἐπίχειραἐν φορβειᾷ τοῖσι δικασταῖς ἔξοδον ηὔλησʼ ἀπιοῦσι.κἂν ἀποθνῄσκων ὁ πατήρ τῳ δῷ καταλείπων παῖδʼ ἐπίκληρον,κλάειν ἡμεῖς μακρὰ τὴν κεφαλὴν εἰπόντες τῇ διαθήκῃκαὶ τῇ κόγχῃ τῇ πάνυ σεμνῶς τοῖς σημείοισιν ἐπούσῃ,ἔδομεν ταύτην ὅστις ἂν ἡμᾶς ἀντιβολήσας ἀναπείσῃ.καὶ ταῦτʼ ἀνυπεύθυνοι δρῶμεν, τῶν δʼ ἄλλων οὐδεμἴ ἀρχή.