καὶ σὺ δέδοικάς με μάλιστʼ αὐτός·νὴ τὴν Δήμητρα δέδοικας, ἐγὼ δʼἀπολοίμην εἴ σε δέδοικα.οὐπώποθʼ οὕτω καθαρῶςοὐδενὸς ἠκούσαμεν οὐδὲξυνετῶς λέγοντος.οὔκ, ἀλλʼ ἐρήμας ᾤεθʼ οὕτω ῥᾳδίως τρυγήσειν.καλῶς γὰρ ᾔδειν ὡς ἐγὼ ταύτῃ κράτιστός εἰμι.ὡς δʼ ἐπὶ πάντʼ ἐλήλυθενκοὐδὲν παρῆλθεν, ὥστʼ ἔγωγʼηὐξανόμην ἀκούων,κἀν μακάρων δικάζειναὐτὸς ἔδοξα νήσοις,ἡδόμενος λέγοντι.ὡς οὗτος ἤδη σκορδινᾶται κἄστιν οὐκ ἐν αὑτοῦ.ἦ μὴν ἐγώ σε τήμερον σκύτη βλέπειν ποιήσω.δεῖ δέ σε παντοίας πλέκεινεἰς ἀπόφυξιν παλάμας.τὴν γὰρ ἐμὴν ὀργὴν πεπᾶναιχαλεπὸν νεανίᾳμὴ πρὸς ἐμοῦ λέγοντι.πρὸς ταῦτα μύλην ἀγαθὴν ὥρα ζητεῖν σοι καὶ νεόκοπτον,ἢν μή τι λέγῃς, ἥτις δυνατὴ τὸν ἐμὸν θυμὸν κατερεῖξαι.χαλεπὸν μὲν καὶ δεινῆς γνώμης καὶ μείζονος ἢ ʼπὶ τρυγῳδοῖςἰάσασθαι νόσον ἀρχαίαν ἐν τῇ πόλει ἐντετοκυῖαν.ἀτὰρ ὦ πάτερ ἡμέτερε Κρονίδη —παῦσαι καὶ μὴ πατέριζε.εἰ μὴ γὰρ ὅπως δουλεύω ʼγώ, τουτὶ ταχέως με διδάξεις,οὐκ ἔστιν ὅπως οὐχὶ τεθνήξεις, κἂν χρῇ σπλάγχνων μʼ ἀπέχεσθαι.ἀκρόασαί νυν ὦ παππίδιον χαλάσας ὀλίγον τὸ μέτωπον·καὶ πρῶτον μὲν λόγισαι φαύλως, μὴ ψήφοις ἀλλʼ ἀπὸ χειρός,τὸν φόρον ἡμῖν ἀπὸ τῶν πόλεων συλλήβδην τὸν προσιόντα·κἄξω τούτου τὰ τέλη χωρὶς καὶ τὰς πολλὰς ἑκατοστάς,πρυτανεῖα μέταλλʼ ἀγορὰς λιμένας μεσθοὺς καὶ δημιόπρατα.τούτων πλήρωμα τάλαντʼ ἐγγὺς δισχίλια γίγνεται ἡμῖν.ἀπὸ τούτου νυν κατάθες μισθὸν τοῖσι δικασταῖς ἐνιαυτοῦἓξ χιλιάσιν, κοὔπω πλείους ἐν τῇ χώρᾳ κατένασθεν,γίγνεται ἡμῖν ἑκατὸν δήπου καὶ πεντήκοντα τάλαντα.οὐδʼ ἡ δεκάτη τῶν προσιόντων ἡμῖν ἄρʼ ἐγίγνεθʼ ὁ μισθός.μὰ Δίʼ οὐ μέντοι.