δικίδιον σμικρὸν φάγοιμʼ ἂν ἐν λοπάδι πεπνιγμένον.νὴ Δίʼ εἰθίσθης γὰρ ἥδεσθαι τοιούτοις πράγμασιν·ἀλλʼ ἐὰν σιγῶν ἀνάσχῃ καὶ μάθῃς ἁγὼ λέγω,ἀναδιδάξειν οἴομαί σʼ ὡς πάντα ταῦθʼ ἁμαρτάνεις.ἐξαμαρτάνω δικάζων;καταγελώμενος μὲν οὖνοὐκ ἐπαϊεις ὑπʼ ἀνδρῶν, οὓς σὺ μόνον οὐ προσκυνεῖς.ἀλλὰ δουλεύων λέληθας.παῦε δουλείαν λέγων,ὅστις ἄρχω τῶν ἁπάντων.οὐ σύ γʼ, ἀλλʼ ὑπηρετεῖςοἰόμενος ἄρχειν· ἐπεὶ δίδαξον ἡμᾶς ὦ πάτερ,ἥτις ἡ τιμή ʼστί σοι καρπουμένῳ τὴν Ἑλλάδα.πάνυ γε, καὶ τούτοισί γʼ ἐπιτρέψαι ʼθέλω.καὶ μὴν ἐγώ.ἄφετέ νυν ἅπαντες αὐτόν.καὶ ξίφος γέ μοι δότε.ἢν γὰρ ἡττηθῶ λέγων σου, περιπεσοῦμαι τῷ ξίφει.εἰπέ μοι, τί δʼ ἤν, τὸ δεῖνα, τῇ διαίτῃ μὴ ʼμμένῃς;μηδέποτε πίοιμʼ ἀκράτου μισθὸν ἀγαθοῦ δαίμονος.νῦν δὴ τὸν ἐκ θἠμετέρουγυμνασίου δεῖ τι λέγεινκαινόν, ὅπως φανήσει —ἐνεγκάτω μοι δεῦρο τὴν κίστην τις ὡς τάχιστα.ἀτὰρ φανεῖ ποῖός τις ὤν, ἢν ταῦτα παρακελεύῃ;μὴ κατὰ τὸν νεανίαντονδὶ λέγων. ὁρᾷς γὰρ ὥςσοι μέγας ἐστὶν ἁγὼνκαὶ περὶ τῶν ἁπάντων,εἴπερ, ὃ μὴ γένοιθʼ, οὗτόςσʼ ἐθέλει κρατῆσαι.καὶ μὴν ὅσʼ ἂν λέξῃ γʼ ἁπλῶς μνημόσυνα γράψομαι ʼγώ.τί γὰρ φάθʼ ὑμεῖς, ἢν ὁδί με τῷ λόγῳ κρατήσῃ;οὐκέτι πρεσβυτῶν ὄχλοςχρήσιμος ἔστʼ οὐδʼ ἀκαρῆ·σκωπτόμενοι δʼ ἐν ταῖς ὁδοῖςθαλλοφόροι καλούμεθʼ, ἀντωμοσιῶνκελύφη.ἀλλʼ ὦ περὶ τῆς πάσης μέλλων βασιλείας ἀντιλογήσειντῆς ἡμετέρας, νυνὶ θαρρῶν πᾶσαν γλῶτταν βασάνιζε.