οὔτε λόγον εὐτράπελον,αὐτὸς ἄρχων μόνος;ἔσθʼ ὅπως ἄνευ μάχης καὶ τῆς κατοξείας βοῆςἐς λόγους ἔλθοιμεν ἀλλήλοισι καὶ διαλλαγάς;σοὐς λόγους ὦ μισόδημε καὶ μοναρχίας ἐραστά,καὶ ξυνὼν Βρασίδᾳ καὶ φορῶν κράσπεδαστεμμάτων τήν θʼ ὑπήνην ἄκουρον τρέφων;νὴ Δίʼ ἦ μοι κρεῖττον ἐκστῆναι τὸ παράπαν τοῦ πατρὸςμᾶλλον ἢ κακοῖς τοσούτοις ναυμαχεῖν ὁσημέραι.οὐδὲ μὴν οὐδʼ ἐν σελίνῳ σοὐστὶν οὐδʼ ἐν πηγάνῳ·τοῦτο γὰρ παρεμβαλοῦμεν τῶν τριχοινίκων ἐπῶν.ἀλλὰ νῦν μὲν οὐδὲν ἀλγεῖς, ἀλλʼ ὅταν ξυνήγοροςταὐτὰ ταῦτα σου καταντλῇ καὶ ξυνωμότας καλῇ.ἆρʼ ἂν ὦ πρὸς τῶν θεῶν ὑμεῖς ἀπαλλαχθεῖτέ μου;ἢ δέδοκταί μοι δέρεσθαι καὶ δέρειν διʼ ἡμέρας;οὐδέποτέ γʼ, οὐχ ἕως ἄν τί μου λοιπὸν ᾖ,ὅστις ἡμῶν ἐπὶ τυραννίδʼ ὧδʼ ἐστάλης.ὡς ἅπανθʼ ὑμῖν τυραννίς ἐστι καὶ ξυνωμόται,ἤν τε μεῖζον ἤν τʼ ἔλαττον πρᾶγμά τις κατηγορῇ,ἧς ἐγὼ οὐκ ἤκουσα τοὔνομʼ οὐδὲ πεντήκοντʼ ἐτῶν·νῦν δὲ πολλῷ τοῦ ταρίχους ἐστὶν ἀξιωτέρα,ὥστε καὶ δὴ τοὔνομʼ αὐτῆς ἐν ἀγορᾷ κυλίνδεται.ἢν μὲν ὠνῆταί τις ὀρφὼς μεμβράδας δὲ μὴ ʼθέλῃ,εὐθέως εἴρηχʼ ὁ πωλῶν πλησίον τὰς μεμβράδας·ʼοʼὗτος ὀψωνεῖν ἔοιχʼ ἅνθρωπος ἐπὶ τυραννίδι.ʼἢν δὲ γήτειον προσαιτῇ ταῖς ἀφύαις ἥδυσμά τι,ἡ λαχανόπωλις παραβλέψασά φησι θατέρῳ·εἰπέ μοι, γήτειον αἰτεῖς· πότερον ἐπὶ τυραννίδι,ἢ νομίζεις τὰς Ἀθήνας σοὶ φέρειν ἡδύσματα;κἀμέ γʼ ἡ πόρνη χθὲς εἰσελθόντα τῆς μεσημβρίας,ὅτι κελητίσαι ʼκέλευον, ὀξυθυμηθεῖσά μοιἤρετʼ εἰ τὴν Ἱππίου καθίσταμαι τυραννίδα.ταῦτα γὰρ τούτοις ἀκούειν ἡδἔ, εἰ καὶ νῦν ἐγὼτὸν πατέρʼ ὅτι βούλομαι τούτων ἀπαλλαχθέντα τῶνὀρθροφοιτοσυκοφαντοδικοταλαιπώρων τρόπωνζῆν βίον γενναῖον ὥσπερ Μόρυχος, αἰτίαν ἔχωταῦτα δρᾶν ξυνωμότης ὢν καὶ φρονῶν τυραννικά.νὴ Δίʼ ἐν δίκῃ γʼ· ἐγὼ γὰρ οὐδʼ ἂν ὀρνίθων γάλαἀντὶ τοῦ βίου λάβοιμʼ ἂν οὗ με νῦν ἀποστερεῖς·οὐδὲ χαίρω βατίσιν οὐδʼ ἐγχέλεσιν, ἀλλʼ ἥδιον ἄν