τὰς χελώνας μακαριεῖν σε τοῦ δέρματος.εἶά νυν ὦ ξυνδικασταὶ σφῆκες ὀξυκάρδιοι,οἱ μὲν ἐς τὸν πρωκτὸν αὐτῶν ἐσπέτεσθʼ ὠργισμένοι,οἱ δὲ τὠφθαλμὼ κύκλῳ κεντεῖτε καὶ τοὺς δακτύλους.ὦ Μίδα καὶ Φρὺξ βοήθει δεῦρο καὶ Μασιντύα,καὶ λάβεσθε τουτουὶ καὶ μὴ μεθῆσθε μηδενί·εἰ δὲ μή, ʼν πέδαις παχείαις οὐδὲν ἀριστήσετε.ὡς ἐγὼ πολλῶν ἀκούσας οἶδα θρίων τὸν ψόφον.εἰ δὲ μὴ τοῦτον μεθήσεις, ἔν τί σοι παγήσεται.ὦ Κέκροψ ἥρως ἄναξ τὰ πρὸς ποδῶν Δρακοντίδη,περιορᾷς οὕτω μʼ ὑπʼ ἀνδρῶν βαρβάρων χειρούμενον,οὓς ἐγὼ ʼδίδαξα κλάειν τέτταρʼ ἐς τὴν χοίνικα;εἶτα δῆτʼ οὐ πόλλʼ ἔνεστι δεινὰ τῷ γήρᾳ κακά;δηλαδή· καὶ νῦν γε τούτω τὸν παλαιὸν δεσπότηνπρὸς βίαν χειροῦσιν, οὐδὲν τῶν πάλαι μεμνημένοιδιφθερῶν κἀξωμίδων, ἃς οὗτος αὐτοῖς ἠμπόλα,καὶ κυνᾶς· καὶ τοὺς πόδας χειμῶνος ὄντος ὠφέλει,ὥστε μὴ ῥιγῶν ἑκάστοτʼ· ἀλλὰ τούτοις γʼ οὐκ ἔνιοὐδʼ ἐν ὀφθαλμοῖσιν αἰδὼς τῶν παλαιῶν ἐμβάδων.οὐκ ἀφήσεις οὐδὲ νυνί μʼ ὦ κάκιστον θηρίον,οὐδʼ ἀναμνησθεὶς ὅθʼ εὑρὼν τοὺς βότρυς κλέπτοντά σεπροσαγαγὼν πρὸς τὴν ἐλάαν ἐξέδειρʼ εὖ κἀνδρικῶς,ὥστε σε ζηλωτὸν εἶναι; σὺ δʼ ἀχάριστος ἦσθʼ ἄρα.ἀλλʼ ἄνες με καὶ σὺ καὶ σύ, πρὶν τὸν υἱὸν ἐκδραμεῖν.ἀλλὰ τούτων μὲν τάχʼ ἡμῖν δώσετον καλὴν δίκην,οὐκέτʼ ἐς μακρὰν ἵνʼ εἰδῆθʼ οἷός ἐστʼ ἀνδρῶν τρόποςὀξυθύμων καὶ δικαίων καὶ βλεπόντων κάρδαμα.παῖε παἶ ὦ Ξανθία τοὺς σφῆκας ἀπὸ τῆς οἰκίας.ἀλλὰ δρῶ τοῦτʼ· ἀλλὰ καὶ σὺ τῦφε πολλῷ τῷ καπνῷ.οὐχὶ σοῦσθʼ; οὐκ ἐς κόρακας; οὐκ ἄπιτε; παῖε τῷ ξύλῳ.καὶ σὺ προσθεὶς Αἰσχίνην ἔντυφε τὸν Σελλαρτίου.ἆρʼ ἐμέλλομέν ποθʼ ὑμᾶς ἀποσοβήσειν τῷ χρόνῳ.ἀλλὰ μὰ Δίʼ οὐ ῥᾳδίως οὕτως ἂν αὐτοὺς διέφυγες,εἴπερ ἔτυχον τῶν μελῶν τῶν Φιλοκλέους βεβρωκότες.ἆρα δῆτʼ οὐκ αὐτὰ δῆλατοῖς πένησιν, ἡ τυραννὶς†ὡς λάθρᾳ γʼ ἐλάνθανʼ ὑπιοῦσά με,†εἰ σύ γʼ ὦ πόνῳ πόνηρε καὶ κομηταμυνίατῶν νόμων ἡμᾶς ἀπείργεις ὧν ἔθηκεν ἡ πόλις,οὔτε τινʼ ἔχων πρόφασιν