κοὐ μή ποτέ σου παρὰ τὰς κάννας οὐρήσω μηδʼ ἀποπάρδω.οὗτος ἐγείρου.τί τὸ πρᾶγμʼ;ὥσπερ φωνή μέ τις ἐγκεκύκλωται.μῶν ὁ γέρων πῃ διαδύεται αὖ;μὰ Δίʼ οὐ δῆτʼ, ἀλλὰ καθιμᾷαὑτὸν δήσας.ὦ μιαρώτατε τί ποιεῖς; οὐ μὴ καταβήσει;ἀνάβαινʼ ἀνύσας κατὰ τὴν ἑτέραν καὶ ταῖσιν φυλλάσι παῖε,ἤν πως πρύμνην ἀνακρούσηται πληγεὶς ταῖς εἰρεσιώναις.οὐ ξυλλήψεσθʼ ὁπόσοισι δίκαι τῆτες μέλλουσιν ἔσεσθαι,ὦ Σμικυθίων καὶ Τεισιάδη καὶ Χρήμων καὶ Φερέδειπνε;πότε δʼ, εἰ μὴ νῦν, ἐπαρήξετέ μοι, πρίν μʼ εἴσω μᾶλλον ἄγεσθαι;εἰπέ μοι τί μέλλομεν κινεῖν ἐκείνην τὴν χολήν,ἥνπερ, ἡνίκʼ ἄν τις ἡμῶν ὀργίσῃ τὴν σφηκιάν;νῦν ἐκεῖνο νῦν ἐκεῖνοτοὐξύθυμον, ᾧ κολαζόμεσθα,κέντρον †ἐντέτατʼ ὀξύ†.ἀλλὰ θαἰμάτια βαλόντες ὡς τάχιστα, παιδία,θεῖτε καὶ βοᾶτε, καὶ Κλέωνι ταῦτʼ ἀγγέλλετε,καὶ κελεύετʼ αὐτὸν ἥκεινὡς ἐπʼ ἄνδρα μισόπολινὄντα κἀπολούμενον, ὅτιτόνδε λόγον ἐσφέρει,μὴ δικάζειν δίκας.ὦγαθοὶ τὸ πρᾶγμʼ ἀκούσατʼ, ἀλλὰ μὴ κεκράγετε.νὴ Δίʼ ἐς τὸν οὐρανόν γʼ.ὡς τοῦδʼ ἐγὼ οὐ μεθήσομαι.ταῦτα δῆτʼ οὐ δεινὰ καὶ τυραννίς ἐστιν ἐμφανής;ὦ πόλις καὶ Θεώρου θεοισεχθρία,κεἴ τις ἄλλος προέστηκεν ἡμῶν κόλαξ.Ἡράκλεις καὶ κέντρʼ ἔχουσιν. οὐχ ὁρᾷς ὦ δέσποτα;οἷς γʼ ἀπώλεσαν Φίλιππον ἐν δίκῃ τὸν Γοργίου.καὶ σέ γʼ αὐτοῖς ἐξολοῦμεν· ἀλλὰ πᾶς ἐπίστρεφεδεῦρο κἀξείρας τὸ κέντρον εἶτʼ ἐπʼ αὐτὸν ἵεσο,ξυσταλεὶς εὔτακτος ὀργῆς καὶ μένους ἐμπλήμενος,ὡς ἂν εὖ εἰδῇ τὸ λοιπὸν σμῆνος οἷον ὤργισεν.τοῦτο μέντοι δεινὸν ἤδη νὴ Δίʼ, εἰ μαχούμεθα·ὡς ἔγωγʼ αὐτῶν ὁρῶν δέδοικα τὰς ἐγκεντρίδας.ἀλλʼ ἀφίει τὸν ἄνδρʼ· εἰ δὲ μή, φήμʼ ἐγὼ