οἶδʼ· ἀλλὰ τί τοῦτʼ; οὐδὲν γὰρ τοῦτʼ ἐστὶν ἐκείνῳ προσόμοιον.ἥβων γὰρ κἀδυνάμην κλέπτειν, ἴσχυόν τʼ αὐτὸς ἐμαυτοῦ,κοὐδείς μʼ ἐφύλαττʼ, ἀλλʼ ἐξῆν μοιφεύγειν ἀδεῶς. νῦν δὲ ξὺν ὅπλοιςἄνδρες ὁπλῖται διαταξάμενοικατὰ τὰς διόδους σκοπιωροῦνται,τὼ δὲ δύʼ αὐτῶν ἐπὶ ταῖσι θύραιςὥσπερ με γαλῆν κρέα κλέψασαντηροῦσιν ἔχοντʼ ὀβελίσκους.ἀλλὰ καὶ νῦν ἐκπόριζεμηχανὴν ὅπως τάχισθʼ· ἕωςγάρ, ὦ μελίττιον.διατραγεῖν τοίνυν κράτιστόν ἐστί μοι τὸ δίκτυον.ἡ δέ μοι Δίκτυννα συγγνώμην ἔχοι τοῦ δικτύου.ταῦτα μὲν πρὸς ἀνδρός ἐστʼ ἄνοντος ἐς σωτηρίαν.ἀλλʼ ἔπαγε τὴν γνάθον.διατέτρωκται τοῦτό γʼ. ἀλλὰ μὴ βοᾶτε μηδαμῶς,ἀλλὰ τηρώμεσθʼ ὅπως μὴ Βδελυκλέων αἰσθήσεται.μηδὲν ὦ τᾶν δέδιθι, μηδέν·ὡς ἐγὼ τοῦτόν γʼ, ἐὰν γρύξῃτι, ποιήσω δακεῖν τὴνκαρδίαν καὶ τὸν περὶ ψυχῆςδρόμον δραμεῖν, ἵνʼ εἰδῇμὴ πατεῖν τὰτοῖν θεοῖν ψηφίσματα.ἀλλʼ ἐξάψας διὰ τῆς θυρίδος τὸ καλῴδιον εἶτα καθίμαδήσας σαυτὸν καὶ τὴν ψυχὴν ἐμπλησάμενος Διοπείθους.ἄγε νυν, ἢν αἰσθομένω τούτω ζητῆτόν μʼ ἐσκαλαμᾶσθαικἀνασπαστὸν ποιεῖν εἴσω, τί ποιήσετε; φράζετε νυνί.ἀμυνοῦμέν σοι τὸν πρινώδη θυμὸν ἅπαντες καλέσαντεςὥστʼ οὐ δυνατόν σʼ εἵργειν ἔσται· τοιαῦτα ποιήσομεν ἡμεῖς.δράσω τοίνυν ὑμῖν πίσυνος, καὶ — μανθάνετʼ; — ἤν τι πάθω ʼγώ,ἀνελόντες καὶ κατακλαύσαντες θεῖναί μʼ ὑπὸ τοῖσι δρυφάκτοις.οὐδὲν πείσει· μηδὲν δείσῃς. ἀλλʼ ὦ βέλτιστε καθίεισαυτὸν θαρρῶν κἀπευξάμενος τοῖσι πατρῴοισι θεοῖσιν.ὦ Λύκε δέσποτα, γείτων ἥρως· σὺ γὰρ οἷσπερ ἐγὼ κεχάρησαι,τοῖς δακρύοισιν τῶν φευγόντων ἀεὶ καὶ τοῖς ὀλοφυρμοῖς·ᾤκησας γοῦν ἐπίτηδες ἰὼν ἐνταῦθʼ ἵνα ταῦτʼ ἀκροῷο,κἀβουλήθης μόνος ἡρώων παρὰ τὸν κλάοντα καθῆσθαι.ἐλέησον καὶ σῶσον νυνὶ τὸν σαυτοῦ πλησιόχωρον·