βούλομαί γε πάλαι μεθʼ ὑμῶνἐλθὼν ἐπὶ τοὺς καδίσκουςκακόν τι ποιῆσαι.ἀλλʼ ὦ Ζεῦ Ζεῦ μέγα βροντήσαςἤ με ποίησον καπνὸν ἐξαίφνηςἢ Προξενίδην ἢ τὸν Σέλλουτοῦτον τὸν ψευδαμάμαξυν.τόλμησον ἄναξ χαρίσασθαί μοι,πάθος οἰκτίρας· ἤ με κεραυνῷδιατινθαλέῳ σπόδισον ταχέως,κἄπειτʼ ἀνελών μʼ ἀποφυσήσαςεἰς ὀξάλμην ἔμβαλε θερμήν·ἢ δῆτα λίθον με ποίησον ἐφʼ οὗτὰς χοιρίνας ἀριθμοῦσι.τίς γάρ ἐσθʼ ὁ ταῦτά σʼ εἵργωνκἀποκλῄων τῇ θύρᾳ; λέξον·πρὸς εὔνους γὰρ φράσεις.οὑμὸς υἱός. ἀλλὰ μὴ βοᾶτε· καὶ γὰρ τυγχάνειοὑτοσὶ πρόσθεν καθεύδων. ἀλλʼ ὕφεσθε τοῦ τόνου.τοῦ δʼ ἔφεξιν ὦ μάταιε ταῦτα δρᾶν σε βούλεται;καὶ τίνα πρόφασιν ἔχων;οὐκ ἐᾷ μʼ ὦνδρες δικάζειν οὐδὲ δρᾶν οὐδὲν κακόν,ἀλλά μʼ εὐωχεῖν ἕτοιμός ἐστʼ· ἐγὼ δʼ οὐ βούλομαι.τοῦτʼ ἐτόλμησʼ ὁ μιαρὸς χανεῖνὁ Δημολογοκλέων ὅδʼ,ὅτι λέγεις σύ τι περὶ τῶν νεῶνἀληθές. οὐ γὰρ ἄν ποθʼοὗτος ἁνὴρ τοῦτʼ ἐτόλμησενλέγειν, εἰμὴ ξυνωμότης τις ἦν.ἀλλʼ ἐκ τούτων ὥρα τινά σοι ζητεῖν καινὴν ἐπίνοιαν,ἥτις σε λάθρᾳ τἀνδρὸς τουδὶ καταβῆναι δεῦρο ποιήσει.τίς ἂν οὖν εἴη; ζητεῖθʼ ὑμεῖς, ὡς πᾶν ἂν ἔγωγε ποιοίην·οὕτω κιττῶ διὰ τῶν σανίδων μετὰ χοιρίνης περιελθεῖν.ἔστιν ὀπὴ δῆθʼ ἥντινʼ ἂν ἔνδοθεν οἷός τʼ εἴης διορύξαι,εἶτʼ ἐκδῦναι ῥάκεσιν κρυφθεὶς ὥσπερ πολύμητις Ὀδυσσεύς;πάντα πέφαρκται κοὐκ ἔστιν ὀπῆς οὐδʼ εἰ σέρφῳ διαδῦναι.ἀλλʼ ἄλλο τι δεῖ ζητεῖν ὑμᾶς· ὀπίαν δʼ οὐκ ἔστι γενέσθαι.μέμνησαι δῆθʼ, ὅτʼ ἐπὶ στρατιᾶς κλέψας ποτὲ τοὺς ὀβελίσκουςἵεις σαυτὸν κατὰ τοῦ τείχους ταχέως, ὅτε Νάξος ἑάλω.