ἔστι γὰρ τοιοῦτος ἁνήρ.ἀλλʼ ὦγάθʼ ἀνίστασο μηδʼ οὕτω σεαυτὸνἔσθιε μηδʼ ἀγανάκτει.καὶ γὰρ ἀνὴρ παχὺς ἥκειτῶν προδόντων τἀπὶ Θρᾴκης·ὃν ὅπως ἐγχυτριεῖς.ὕπαγʼ ὦ παῖ ὕπαγε.ἐθελήσεις τί μοι οὖν ὦπάτερ, ἤν σού τι δεηθῶ;πάνυ γʼ ὦ παιδίον. ἀλλʼ εἰπέ,τί βούλει με πρίασθαικαλόν; οἶμαι δέ σʼ ἐρεῖν ἀστραγάλουςδήπουθεν ὦ παῖ.μὰ Δίʼ ἀλλʼ ἰσχάδας ὦ παππία·ἥδιον γάρ.οὐκ ἂνμὰ Δίʼ, εἰ κρέμαισθέ γʼ ὑμεῖς.μὰ Δίʼ οὔ τἄρα προπέμψω σε τὸ λοιπόν.ἀπὸ γὰρ τοῦδέ με τοῦ μισθαρίουτρίτον αὐτὸν ἔχειν ἄλφιτα δεῖ καὶ ξύλα κὤψον·ἒ ἔ. σὺ δὲ σῦκά μʼ αἰτεῖς.ἄγε νυν ὦ πάτερ ἢν μὴτὸ δικαστήριον ἅρχωνκαθίσῃ νῦν, πόθεν ὠνησόμεθʼἄριστον; ἔχεις ἐλπίδαχρηστήν τινα νῷν ἢπόρον Ἕλλας ἱρὸν εὑρεῖν;ἀπαπαῖ φεῦ, ἀπαπαῖ φεῦ,μὰ Δίʼ οὐκ ἔγωγε νῷν οἶδʼὁπόθεν γε δεῖπνον ἔσται.τί με δῆτʼ ὦ μελέα μῆτερ ἔτικτες;ἵνʼ ἐμοὶ πράγματα βόσκειν παρέχῃς.ἀνόνητον ἄρʼ ὦ θυλάκιόν σʼ εἶχον ἄγαλμα.ἒ ἔ. πάρα νῷν στενάζειν.φίλοι, τήκομαι μὲνπάλαι διὰ τῆς ὀπῆςὑμῶν ὑπακούων.ἀλλὰ γὰρ οὐχ οἷός τʼ εἴμʼᾄδειν. τί ποιήσω;τηροῦμαι δʼ ὑπὸ τῶνδʼ, ἐπεὶ