τί δὴ μαθὼν τῷ δακτύλῳ τὴν θρυαλλίδʼ ὠθεῖς,καὶ ταῦτα τοὐλαίου σπανίζοντος ὦνόητε;οὐ γὰρ δάκνει σʼ, ὅταν δέῃ τίμιον πρίασθαι.εἰ νὴ Δίʼ αὖθις κονδύλοις νουθετήσεθʼ ἡμᾶς,ἀποσβέσαντες τοὺς λύχνους ἄπιμεν οἴκαδʼ αὐτοί·κἄπειτʼ ἴσως ἐν τῷ σκότῳ τουτουὶ στερηθεὶςτὸν πηλὸν ὥσπερ ἀτταγᾶς τυρβάσεις βαδίζων.ἦ μὴν ἐγὼ σοῦ χἀτέρους μείζονας κολάζω.ἀλλʼ οὑτοσί μοι βόρβορος φαίνεται πατοῦντι·κοὐκ ἔσθʼ ὅπως οὐχ ἡμερῶν τεττάρων τὸ πλεῖστονὕδωρ ἀναγκαίως ἔχει τὸν θεὸν ποιῆσαι.ἔπεισι γοῦν τοῖσιν λύχνοις οὑτοιὶ μύκητες·φιλεῖ δʼ, ὅταν τοῦτʼ ᾖ, ποιεῖν ὑετὸν μάλιστα.δεῖται δὲ καὶ τῶν καρπίμων ἅττα μή ʼστι πρῷαὕδωρ γενέσθαι κἀπιπνεῦσαι βόρειον αὐτοῖς.τί χρῆμʼ ἄρʼ οὑκ τῆς οἰκίας τῆσδε συνδικαστὴςπέπονθεν, ὡς οὐ φαίνεται δεῦρο πρὸς τὸ πλῆθος;οὐ μὴν πρὸ τοῦ γʼ ἐφολκὸς ἦν, ἀλλὰ πρῶτος ἡμῶνἡγεῖτʼ ἂν ᾄδων Φρυνίχου· καὶ γάρ ἐστιν ἁνὴρφιλῳδός. ἀλλά μοι δοκεῖ στάντας ἐνθάδʼ ὦνδρεςᾄδοντας αὐτὸν ἐκκαλεῖν, ἤν τί πως ἀκούσαςτοὐμοῦ μέλους ὑφʼ ἡδονῆς ἑρπύσῃ θύραζε.τί ποτʼ οὐ πρὸ θυρῶν φαίνετʼ ἄρʼ ἡμῖν ὁ γέρων οὐδʼ ὑπακούει;μῶν ἀπολώλεκε τὰςἐμβάδας, ἢ προσέκοψʼ ἐντῷ σκότῳ τὸν δάκτυλόν που,εἶτʼ ἐφλέγμηνεν αὐτοῦτὸ σφυρὸν γέροντος ὄντος;καὶ τάχʼ ἂν βουβωνιῴη.ἦ μὴν πολὺ δριμύτατός γʼ ἦν τῶν παρʼ ἡμῖν,καὶ μόνος οὐκ ἂν ἐπείθετʼ,ἀλλʼ ὁπότʼ ἀντιβολοίητις, κάτω κύπτων ἂν οὕτωλίθον ἕψεις, ἔλεγεν.τάχα δʼ ἂν διὰ τὸν χθιζινὸν ἄνθρωπον, ὃς ἡμᾶς διεδύετʼἐξαπατῶν καὶ λέγωνὡς φιλαθήναιος ἦν καὶτἀν Σάμῳ πρῶτος κατείποι,διὰ τοῦτʼ ὀδυνηθεὶςεἶτʼ ἴσως κεῖται πυρέττων.