τί οὐκ ἀπεκοιμήθημεν ὅσον ὅσον στίλην;ἀλλʼ ὦ πόνηρʼ ἥξουσιν ὀλίγον ὕστερονοἱ ξυνδικασταὶ παρακαλοῦντες τουτονὶτὸν πατέρα.τίλέγεις; ἀλλὰ νῦν γʼ ὄρθρος βαθύς.νὴ τὸν Δίʼ, ὀψὲ γοῦν ἀνεστήκασι νῦν.ὡς ἀπὸ μέσων νυκτῶν γε παρακαλοῦσʼ ἀεί,λύχνους ἔχοντες καὶ μινυρίζοντες μέληἀρχαῖα μελισιδωνοφρυνιχήρατα,οἷς ἐκκαλοῦνται τοῦτον.οὐκοῦν, ἢν δέῃ,ἤδη ποτʼ αὐτοὺς τοῖς λίθοις βαλλήσομεν.ἀλλʼ ὦ πόνηρε τὸ γένος ἤν τις ὀργίσῃτὸ τῶν γερόντων, ἔσθʼ ὅμοιον σφηκιᾷ.ἔχουσι γὰρ καὶ κέντρον ἐκ τῆς ὀσφύοςὀξύτατον, ᾧ κεντοῦσι, καὶ κεκραγότεςπηδῶσι καὶ βάλλουσιν ὥσπερ φέψαλοι.μὴ φροντίσῃς· ἐὰν ἐγὼ λίθους ἔχω,πολλῶν δικαστῶν σφηκιὰν διασκεδῶ.χώρει πρόβαινʼ ἐρρωμένως. ὦ Κωμία βραδύνεις.μὰ τὸν Δίʼ οὐ μέντοι πρὸ τοῦ γʼ, ἀλλʼ ἦσθʼ ἱμὰς κύνειος·νυνὶ δὲ κρείττων ἐστί σου Χαρινάδης βαδίζειν.ὦ Στρυμόδωρε Κονθυλεῦ, βέλτιστε συνδικαστῶν,Εὐεργίδης ἆρʼ ἐστί που ʼνταῦθʼ ἢ Χάβης ὁ Φλυεύς;πάρεσθʼ ὃ δὴ λοιπόν γʼ ἔτʼ ἐστίν, ἀππαπαῖ παπαιάξ,ἥβης ἐκείνης ἡνίκʼ ἐν Βυζαντίῳ ξυνῆμενφρουροῦντʼ ἐγώ τε καὶ σύ· κᾆτα περιπατοῦντε νύκτωρτῆς ἀρτοπώλιδος λαθόντʼ ἐκλέψαμεν τὸν ὅλμον,κᾆθʼ ἥψομεν τοῦ κορκόρου κατασχίσαντες αὐτόν.ἀλλʼ ἐγκονῶμεν ὦνδρες, ὡς ἔσται Λάχητι νυνί·σίμβλον δέ φασι χρημάτων ἔχειν ἅπαντες αὐτόν.χθὲς οὖν Κλέων ὁ κηδεμὼν ἡμῖν ἐφεῖτʼ ἐν ὥρᾳἥκειν ἔχοντας ἡμερῶν ὀργὴν τριῶν πονηρὰνἐπʼ αὐτόν, ὡς κολωμένους ὧν ἠδίκησεν. ἀλλὰσπεύδωμεν ὦνδρες ἥλικες πρὶν ἡμέραν γενέσθαι.χωρῶμεν ἅμα τε τῷ λύχνῳ πάντῃ διασκοπῶμεν,μή που λίθος τις ἐμποδὼν ἡμᾶς κακόν τι δράσῃ.τὸν πηλὸν ὦ πάτερ πάτερ τουτονὶ φύλαξαι.κάρφος χαμᾶθέν νυν λαβὼν τὸν λύχνον πρόμυξον.οὔκ, ἀλλὰ τῳδί μοι δοκῶ τὸν λύχνον προβύσειν.