ὅπως ἂν ὁ γέρων μηδὲ παρακύψῃ πάλιν.κάνθων τί κλάεις; ὅτι πεπράσει τήμερον;βάδιζε θᾶττον. τί στένεις, εἰ μὴ φέρειςὈδυσσέα τινʼ;ἀλλὰ ναὶ μὰ Δία φέρεικάτω γε τουτονί τινʼ ὑποδεδυκότα.ποῖον; φέρʼ ἴδωμαι τουτονί. τουτὶ τί ἦν;τίς εἶ ποτʼ ὦνθρωπʼ ἐτεόν;Οὖτις νὴ Δία.Οὖτις σύ; ποδαπός;Ἴθακος Ἀποδρασιππίδου.Οὖτις μὰ τὸν Δίʼ οὔτι χαιρήσων γε σύ.ὕφελκε θᾶττον αὐτόν. ὦ μιαρώτατοςἵνʼ ὑποδέδυκεν· ὥστʼ ἔμοιγʼ ἰνδάλλεταιὁμοιότατος κλητῆρος εἶναι πωλίῳ.εἰ μή μʼ ἐάσεθʼ ἥσυχον, μαχούμεθα.περὶ τοῦ μαχεῖ νῷν δῆτα;περὶ ὄνου σκιᾶς.πονηρὸς εἶ πόρρω τέχνης καὶ παράβολος.ἐγὼ πονηρός; οὐ μὰ Δίʼ ἀλλʼ οὐκ οἶσθα σὺνῦν μʼ ὄντʼ ἄριστον· ἀλλʼ ἴσως, ὅταν φάγῃςὑπογάστριον γέροντος ἡλιαστικοῦ.ὤθει τὸν ὄνον καὶ σαυτὸν ἐς τὴν οἰκίαν.ὦ ξυνδικασταὶ καὶ Κλέων ἀμύνατε.ἔνδον κέκραχθι τῆς θύρας κεκλῃμένης.ὤθει σὺ πολλοὺς τῶν λίθων πρὸς τὴν θύραν,καὶ τὴν βάλανον ἔμβαλλε πάλιν ἐς τὸν μοχλόν,καὶ τῇ δοκῷ προσθεὶς τὸν ὅλμον τὸν μέγανἀνύσας τι προσκύλισον.οἴμοι δείλαιος·πόθεν ποτʼ ἐμπέπτωκέ μοι τὸ βωλίον;ἴσως ἄνωθεν μῦς ἐνέβαλέ σοί ποθεν.μῦς; οὐ μὰ Δίʼ ἀλλʼ ὑποδυόμενός τις οὑτοσὶὑπὸ τῶν κεραμίδων ἡλιαστὴς ὀροφίας.οἴμοι κακοδαίμων, στροῦθος ἁνὴρ γίγνεται·ἐκπτήσεται. ποῦ ποῦ ʼστί μοι τὸ δίκτυον;σοῦ σοῦ, πάλιν σοῦ. νὴ Δίʼ ἦ μοι κρεῖττον ἦντηρεῖν Σκιώνην ἀντὶ τούτου τοῦ πατρός.ἄγε νυν, ἐπειδὴ τουτονὶ σεσοβήκαμεν,κοὐκ ἔσθʼ ὅπως διαδὺς ἂν ἡμᾶς ἔτι λάθοι,