συκίνου.νὴ τὸν Δίʼ ὅσπερ γʼ ἐστὶ δριμύτατος καπνῶν.ἀτὰρ οὐκέτʼ ἐρρήσεις γε, ποῦ ʼσθʼ ἡ τηλία;δύου πάλιν· φέρʼ ἐπαναθῶ σοι καὶ ξύλον.ἐνταῦθά νυν ζήτει τινʼ ἀλλην μηχανήν.ἀτὰρ ἄθλιός γʼ εἴιμʼ ὡς ἕτερός γʼ οὐδεὶς ἀνήρ,ὅστις πατρὸς νυνὶ Καπνίου κεκλήσομαι.ὅδε τὴν θύραν ὠθεῖ·πιέζέ νυν σφόδρα,εὖ κἀνδρικῶς· κἀγὼ γὰρ ἐνταῦθʼ ἔρχομαι.καὶ τῆς κατακλῇδος ἐπιμελοῦ, καὶ τοῦ μοχλοῦφύλατθʼ ὅπως μὴ τὴν βάλανον ἐκτρώξεται.τί δράσετʼ; οὐκ ἐκφρήσετʼ ὦ μιαρώτατοιδικάσοντά μʼ, ἀλλʼ ἐκφεύξεται Δρακοντίδης;σὺ δὲ τοῦτο βαρέως ἂν φέροις;ὁ γὰρ θεὸςμαντευομένῳ μοὔχρησεν ἐν Δελφοῖς ποτέ,ὅταν τις ἐκφύγῃ μʼ ἀποσκλῆναι τότε.Ἄπολλον ἀποτρόπαιε τοῦ μαντεύματος.ἴθʼ ἀντιβολῶ σʼ ἔκφρες με, μὴ διαρραγῶ.μὰ τὸν Ποσειδῶ Φιλοκλέων οὐδέποτέ γε.διατρώξομαι τοίνυν ὀδὰξ τὸ δίκτυον.ἀλλʼ οὐκ ἔχεις ὀδόντας.οἴμοι δείλαιος·τῶς ἄν σʼ ἀποκτείναιμι; πῶς; δότε μοι ξίφοςὅπως τάχιστʼ, ἢ πινάκιον τιμητικόν.ἅνθρωπος οὗτος μέγα τι δρασείει κακόν.μὰ τὸν Δίʼ οὐ δῆτʼ, ἀλλʼ ἀποδόσθαι βούλομαιτὸν ὄνον ἄγων αὐτοῖσι τοῖς κανθηλίοις·νουμηνία γάρ ἐστιν.οὔκουν κἂν ἐγὼαὐτὸν ἀποδοίμην δῆτʼ ἄν;οὐχ ὥσπερ γʼ ἐγώ.μὰ Δίʼ ἀλλʼ ἄμεινον.ἀλλὰ τὸν ὄνον ἔξαγε.οἵαν πρόφασιν καθῆκεν, ὡς εἰρωνικῶς,ἵνʼ αὐτὸν ἐκπέμψειας.ἀλλʼ οὐκ ἔσπασενταύτῃ γʼ· ἐγὼ γὰρ ᾐσθόμην τεχνωμένου.ἀλλʼ εἰσιών μοι τὸν ὄνον ἐξάγειν δοκῶ