τί γὰρ ἐκεῖνος ἀντιλέγωνοὐ κρείττων ἦν, βουλόμενοςτὸν φύσαντα σεμνοτέροιςκατακοσμῆσαι πράγμασιν;νὴ τὸν Διόνυσον ἄπορά γʼ ἡμῖν πράγματαδαίμων τις ἐσκεκύκληκεν ἐς τὴν οἰκίαν.ὁ γὰρ γέρων ὡς ἔπιε διὰ πολλοῦ χρόνουἤκουσέ τʼ αὐλοῦ, περιχαρὴς τῷ πράγματιὀρχούμενος τῆς νυκτὸς οὐδὲν παύεταιτἀρχαἶ ἐκεῖνʼ οἷς Θέσπις ἠγωνίζετο·καὶ τοὺς τραγῳδούς φησιν ἀποδείξειν κρόνουςτοὺς νῦν διορχησάμενος ὀλίγον ὕστερον.τίς ἐπʼ αὐλείοισι θύραις θάσσει;τουτὶ καὶ δὴ χωρεῖ τὸ κακόν.κλῇθρα χαλάσθω τάδε. καὶ δὴ γὰρσχήματος ἀρχὴ —μᾶλλον δέ γʼ ἴσως μανίας ἀρχή.πλευρὰν λυγίσαντος ὑπὸ ῥώμης·οἶον μυκτὴρ μυκᾶται καὶσφόνδυλος ἀχεῖ.πῖθʼ ἑλλέβορον.πτήσσει Φρύνιχος ὥς τις ἀλέκτωρ—τάχα βαλλήσεις.σκέλος οὐράνιόν γʼ ἐκλακτίζων.πρωκτὸς χάσκει.κατὰ σαυτὸν ὅρα.νῦν γὰρ ἐν ἄρθροις τοῖς ἡμετέροιςστρέφεται χαλαρὰ κοτυληδών.οὐκ εὖ;μὰ Δίʼ οὐ δῆτʼ, ἀλλὰ μανικὰ πράγματα.θέρε νυν ἀνείπω κἀνταγωνιστὰς καλῶ.εἴ τις τραγῳδός φησιν ὀρχεῖσθαι καλῶς,ἐμοὶ διορχησόμενος ἐνθάδʼ εἰσίτω.φησίν τις ἢ οὐδείς;εἶς γʼ ἐκεινοσὶ μόνος.τίς ὁ κακοδαίμων ἐστίν;υἱὸς Καρκίνουὁ μέσατος.ἀλλʼ οὗτός γε καταποθήσεται·ἀπολῶ γὰρ αὐτὸν ἐμμελείᾳ κονδύλου.