ἀλλʼ οὖν σὺ μέμνησʼ αὐτὸς ἁπεκρίνατο.ἄκουε, μὴ φεῦγʼ. ἐν Συβάρει γυνή ποτεκατέαξʼ ἐχῖνον.ταῦτʼ ἐγὼ μαρτύρομαι.οὑχῖνος οὖν ἔχων τινʼ ἐπεμαρτύρατο·εἶθʼ ἡ Συβαρῖτις εἶπεν, εἰ ναὶ τὰν κόραντὴν μαρτυρίαν ταύτην ἐάσας ἐν τάχειἐπίδεσμον ἐπρίω, νοῦν ἂν εἶχες πλείονα.ὕβριζʼ ἕως ἂν τὴν δίκην ἅρχων καλῇ.οὔτοι μὰ τὴν Δήμητρʼ ἔτʼ ἐνταυθοῖ μενεῖς,ἀλλʼ ἀράμενος οἴσω σε —τί ποιεῖς;ὅ τι ποιῶ;εἴσω φέρω σʼ ἐντεῦθεν· εἰ δὲ μή, τάχακλητῆρες ἐπιλείψουσι τοὺς καλουμένους.Αἴσωπον οἱ Δελφοί ποτʼ —ὀλίγον μοι μέλει.φιάλην ἐπῃτιῶντο κλέψαι τοῦ θεοῦ·ὁ δʼ ἔλεξεν αὐτοῖς, ὡς ὁ κάνθαρός ποτε —οἴμʼ ὡς ἀπολῶ σʼ αὐτοῖσι τοῖσι κανθάροις.ζηλῶ γε τῆς εὐτυχίαςτὸν πρέσβυν οἷ μετέστηξηρῶν τρόπων καὶ βιοτῆς·ἕτερα δὲ νῦν ἀντιμαθὼνἦ μέγα τι μεταπεσεῖταιἐπὶ τὸ τρυφῶν καὶ μαλακόν.τάχα δʼ ἂν ἴσως οὐκ ἐθέλοι.τὸ γὰρ ἀποστῆναι χαλεπὸνφύσεος, ἣν ἔχοι τις ἀεί.καίτοι πολλοὶ ταῦτʼ ἔπαθον·ξυνόντες γνώμαις ἑτέρωνμετεβάλοντο τοὺς τρόπους.πολλοῦ δʼ ἐπαίνου παρʼ ἐμοὶκαὶ τοῖσιν εὖ φρονοῦσιντυχὼν ἄπεισιν διὰ τὴνφιλοπατρίαν καὶ σοφίανὁ παῖς ὁ Φιλοκλέωνος.οὐδενὶ γὰρ οὕτως ἀγανῷξυνεγενόμην, οὐδὲ τρόποιςἐπεμάνην οὐδʼ ἐξεχύθην.