ἐν τῷ ῥυθμῷ γὰρ οὐδέν ἐστʼ.ἀλλʼ ᾠζυρὲἕτερος τραγῳδὸς Καρκινίτης ἔρχεται,ἀδελφὸς αὐτοῦ.νὴ Δίʼ ὠψώνηκʼ ἄρα.μὰ τὸν Δίʼ οὐδέν γʼ ἄλλο πλήν γε καρκίνους·προσέρχεται γὰρ ἕτερος αὖ τῶν Καρκίνου.τουτὶ τί ἦν τὸ προσέρπον; ὀξὶς ἢ φάλαγξ;ὁ πινοτήρης οὗτός ἐστι τοῦ γένους,ὁ σμικρότατος, ὃς τὴν τραγῳδίαν ποιεῖ.ὦ Καρκίνʼ ὦ μακάριε τῆς εὐπαιδίας,ὅσον τὸ πλῆθος κατέπεσεν τῶν ὀρχίλων.ἀτὰρ καταβατέον γʼ ἐπʼ αὐτούς μʼ· ᾠζυρέ,ἅλμην κύκα τούτοισιν, ἢν ἐγὼ κρατῶ.φέρε νυν ἡμεῖς αὐτοῖς ὀλίγον ξυγχωρήσωμεν ἅπαντες,ἵνʼ ἐφʼ ἡσυχίας ἡμῶν πρόσθεν βεμβικίζωσιν ἑαυτούς.ἄγʼ ὦ μεγαλώνυμα τέκνατοῦ θαλασσίου θεοῦ,πηδᾶτε παρὰ ψάμαθονκαὶ θῖνʼ ἁλὸς ἀτρυγέτου,καρίδων ἀδελφοί·ταχὺν πόδα κυκλοσοβεῖτε,καὶ τὸ Φρυνίχειονἐκλακτισάτω τις, ὅπωςἰδόντες ἄνω σκέλος ὤζωσινοἱ θεαταί.στρόβει, παράβαινε κύκλῳ καὶ γάστρισον σεαυτόν,ῥῖπτε σκέλος οὐράνιον· βέμβικες ἐγγενέσθων.καὐτὸς γὰρ ὁ ποντομέδων ἄναξ πατὴρ προσέρπειἡσθεὶς ἐπὶ τοῖσιν ἑαυτοῦ παισὶ τοῖς τριόρχοις.ἀλλʼ ἐξάγετʼ, εἴ τι φιλεῖτʼ ὀρχούμενοι, θύραζεἡμᾶς ταχύ· τοῦτο γὰρ οὐδείς πω πάρος δέδρακεν,ὀρχούμενον ὅστις ἀπήλλαξεν χορὸν τρυγῳδῶν.