τῆς Ἀγκυλίωνος θυγατέρος καὶ Σωστράτης,οὕτω διαφθείρας ἐμοῦ τὰ φορτία.ἄκουσον ὦ γύναι· λόγον σοι βούλομαιλέξαι χαρίεντα.μὰ Δία μὴ ʼμοί γʼ ὦ μέλε.Αἴσωπον ἀπὸ δείπνου βαδίζονθʼ ἑσπέραςθρασεῖα καὶ μεθύση τις ὑλάκτει κύων.κἄπειτʼ ἐκεῖνος εἶπεν, ὦ κύον κύον,εἰ νὴ Δίʼ ἀντὶ τῆς κακῆς γλώττης ποθὲνπυροὺς πρίαιο, σωφρονεῖν ἄν μοι δοκεῖς.καὶ καταγελᾷς μου; προσκαλοῦμαί σʼ ὅστις εἶπρὸς τοὺς ἀγορανόμους βλάβης τῶν φορτίων,κλητῆρʼ ἔχουσα Χαιρεφῶντα τουτονί.μὰ Δίʼ ἀλλʼ ἄκουσον, ἤν τί σοι δόξω λέγειν.Λᾶσός ποτʼ ἀντεδίδασκε καὶ Σιμωνίδης·ἔπειθʼ ὁ Λᾶσος εἶπεν, ὀλίγον μοι μέλει.ἄληθες οὗτος;καὶ σὺ δή μοι Χαιρεφῶνγυναικὶ † κλητεύειν ἐοικὼς † θαψίνῃ,Ἰνοῖ κρεμαμένῃ πρὸς ποδῶν Εὐριπίδου.ὁδί τις ἕτερος, ὡς ἔοικεν, ἔρχεταικαλούμενός σε· τόν γέ τοι κλητῆρʼ ἔχει.οἴμοι κακοδαίμων. προσκαλοῦμαί σʼ ὦ γέρονὕβρεως.ὕβρεως; μὴ μὴ καλέσῃ πρὸς τῶν θεῶν·ἐγὼ γὰρ ὑπὲρ αὐτοῦ δίκην δίδωμί σοιἣν ἂν σὺ τάξῃς, καὶ χάριν προσείσομαι.ἐγὼ μὲν οὖν αὐτῷ διαλλαχθήσομαιἑκών· ὁμολογῶ γὰρ πατάξαι καὶ βαλεῖν.ἀλλʼ ἐλθὲ δευρί· πότερον ἐπιτρέπεις ἐμοί,ὅ τι χρή μʼ ἀποτείσαντʼ ἀργύριον τοῦ πράγματοςεἶναι φίλον τὸ λοιπόν, ἢ σύ μοι φράσεις;σὺ λέγε. δικῶν γὰρ οὐ δέομʼ οὐδὲ πραγμάτων.ἀνὴρ Συβαρίτης ἐξέπεσεν ἐξ ἅρματος,καί πως κατεάγη τῆς κεφαλῆς μέγα σφόδρα·ἐτύγχανεν γὰρ οὐ τρίβων ὢν ἱππικῆς.κἄπειτʼ ἐπιστὰς εἶπʼ ἀνὴρ αὐτῷ φίλος·ἔρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην.οὕτω δὲ καὶ σὺ παράτρεχʼ ἐς τὰ Πιττάλου.οὕμοιά σου καὶ ταῦτα τοῖς ἄλλοις τρόποις.