λαβοῦσʼ, ἵνʼ αὐτὸν τωθάσω νεανικῶς,οἵοις ποθʼ οὗτος ἐμὲ πρὸ τῶν μυστηρίων.ὦ οὗτος οὗτος τυφεδανὲ καὶ χοιρόθλιψ,ποθεῖν ἐρᾶν τʼ ἔοικας ὡραίας σοροῦ.οὔτοι καταπροίξει μὰ τὸν Ἀπόλλω τοῦτο δρῶν.ὡς ἡδέως φάγοις ἂν ἐξ ὄξους δίκην.οὐ δεινὰ τωθάζειν σε τὴν αὐλητρίδατῶν ξυμποτῶν κλέψαντα;ποίαν αὐλητρίδα;τί ταῦτα ληρεῖς ὥσπερ ἀπὸ τύμβου πεσών;νὴ τὸν Δίʼ αὕτη πού ʼστί σοί γʼ ἡ Δαρδανίς.οὔκ, ἀλλʼ ἐν ἀγορᾷ τοῖς θεοῖς δᾲς κάεται.δᾲς ἥδε;δᾲς δῆτʼ. οὐχ ὁρᾷς ἐστιγμένην;τί δὲ τὸ μέλαν τοῦτʼ ἐστὶν αὐτῆς τοὐν μέσῳ;ἡ πίττα δήπου καομένης ἐξέρχεται.ὁ δʼ ὄπισθεν οὐχὶ πρωκτός ἐστιν οὑτοσί;ὄζος μὲν οὖν τῆς δᾳδὸς οὗτος ἐξέχει.τί λέγεις σύ; ποῖος ὄζος; οὐκ εἶ δεῦρο σύ;ἆ ἆ τί μέλλεις δρᾶν;ἄγειν ταύτην λαβὼνἀφελόμενός σε καὶ νομίσας εἶναι σαπρὸνκοὐδὲν δύνασθαι δρᾶν.ἄκουσόν νυν ἐμοῦ.Ὀλυμπίασιν, ἡνίκʼ ἐθεώρουν ἐγώ,Ἐφουδίων ἐμαχέσατʼ Ἀσκώνδᾳ καλῶςἤδη γέρων ὤν· εἶτα τῇ πυγμῇ θενὼνὁ πρεσβύτερος κατέβαλε τὸν νεώτερον.πρὸς ταῦτα τηροῦ μὴ λάβῃς ὑπώπια.νὴ τὸν Δίʼ ἐξέμαθές γε τὴν Ὀλυμπίαν.ἴθι μοι παράστηθʼ, ἀντιβολῶ πρὸς τῶν θεῶν.ὁδὶ γὰρ ἁνήρ ἐστιν ὅς μʼ ἀπώλεσεντῇ δᾳδὶ παίων, κἀξέβαλεν ἐντευθενὶἄρτους δέκʼ ὀβολῶν κἀπιθήκην τέτταρας.ὁρᾷς ἃ δέδρακας; πράγματʼ αὖ δεῖ καὶ δίκαςἔχειν διὰ τὸν σὸν οἶνον.οὐδαμῶς γʼ, ἐπεὶλόγοι διαλλάξουσιν αὐτὰ δεξιοί·ὥστʼ οἶδʼ ὁτιὴ ταύτῃ διαλλαχθήσομαι.οὔτοι μὰ τὼ θεὼ καταπροίξει Μυρτίας