τύπτων ἅπαντας, ἤν τις αὐτῷ ξυντύχῃ.ὁδὶ δὲ καὶ δὴ σφαλλόμενος προσέρχεται.ἀλλʼ ἐκποδὼν ἄπειμι πρὶν πληγὰς λαβεῖν.ἄνεχε πάρεχε·κλαύσεταί τις τῶν ὄπισθενἐπακολουθούντων ἐμοί·οἷον, εἰ μὴ ʼρρήσεθʼ, ὑμᾶςὦ πόνηροι ταυτῃὶ τῇδᾳδὶ φρυκτοὺς σκευάσω.ἦ μὴν σὺ δώσεις αὔριον τούτων δίκηνἡμῖν ἅπασι, κεἰ σφόδρʼ εἶ νεανίας.ἁθρόοι γὰρ ἥξομέν σε προσκαλούμενοι.ἰὴ ἰεῦ, καλούμενοι.ἀρχαῖά γʼ ὑμῶν· ἆρά γʼ ἴσθʼὡς οὐδʼ ἀκούων ἀνέχομαιδικῶν; ἰαιβοῖ, αἰβοῖ.τάδε μʼ ἀρέσκει· βάλλε κημούς.οὐκ ἄπεισι; ποῦ ʼστιν ἡμῖνἡλιαστής; ἐκποδών.ἀνάβαινε δεῦρο χρυσομηλολόνθιον,τῇ χειρὶ τουδὶ λαβομένη τοῦ σχοινίου.ἔχου· φυλάττου δʼ, ὡς σαπρὸν τὸ σχοινίον·ὅμως γε μέντοι τριβόμενον οὐκ ἄχθεται.ὁρᾷς ἐγώ σʼ ὡς δεξιῶς ὑφειλόμηνμέλλουσαν ἤδη λεσβιᾶν τοὺς ξυμπότας·ὧν οὕνεκʼ ἀπόδος τῷ πέει τῳδὶ χάριν.ἀλλʼ οὐκ ἀποδώσεις οὐδʼ ἐφιαλεῖς οἶδʼ ὅτι,ἀλλʼ ἐξαπατήσεις κἀγχανεῖ τούτῳ μέγα·πολλοῖς γὰρ ἤδη χἀτέροις αὔτʼ ἠργάσω.ἐὰν γένῃ δὲ μὴ κακὴ νυνὶ γυνή,ἐγώ σʼ ἐπειδὰν οὑμὸς υἱὸς ἀποθάνῃ,λυσάμενος ἕξω παλλακὴν ὦ χοιρίον.νῦν δʼ οὐ κρατῶ ʼγὼ τῶν ἐμαυτοῦ χρημάτωννέος γάρ εἰμι καὶ φυλάττομαι σφόδρα.τὸ γὰρ υἵδιον τηρεῖ με, κἄστι δύσκολονκἄλλως κυμινοπριστοκαρδαμογλύφον.ταῦτʼ οὖν περί μου δέδοικε μὴ διαφθαρῶ.πατὴρ γὰρ οὐδείς ἐστιν αὐτῷ πλὴν ἐμοῦ.ὁδὶ δὲ καὐτὸς ἐπὶ σὲ κἄμʼ ἔοικε θεῖν.ἀλλʼ ὡς τάχιστα στῆθι τάσδε τὰς δετὰς