γλωττοποιεῖν ἐς τὰ πορνεῖʼ εἰσιόνθʼ ἑκάστοτε.εἰσί τινες οἵ μʼ ἔλεγον ὡς καταδιηλλάγην,ἡνίκα Κλέων μʼ ὑπετάραττεν ἐπικείμενος† καί με κακίσταις † ἔκνισε· κᾆθʼ ὅτʼ ἀπεδειρόμην,οὑκτὸς ἐγέλων μέγα κεκραγότα θεώμενοι,οὐδὲν ἄρʼ ἐμοῦ μέλον, ὅσον δὲ μόνον εἰδέναισκωμμάτιον εἴποτέ τι θλιβόμενος ἐκβαλῶ.ταῦτα κατιδὼν ὑπό τι μικρὸν ἐπιθήκισα·εἶτα νῦν ἐξηπάτησεν ἡ χάραξ τὴν ἄμπελον.ἰὼ χελῶναι μακάριαι τοῦ δέρματος,καὶ τρὶς μακάριαι τοῦ ʼπὶ ταῖς πλευραῖς τέγους.ὡς εὖ κατηρέψασθε καὶ νουβυστικῶςκεράμῳ τὸ νῶτον ὥστε τὰς πληγὰς στέγειν.ἐγὼ δʼ ἀπόλωλα στιζόμενος βακτηρίᾳ.τί δʼ ἔστιν ὦ παῖ; παῖδα γάρ, κἂν ᾖ γέρων,καλεῖν δίκαιον ὅστις ἂν πληγὰς λάβῃ.οὐ γὰρ ὁ γέρων ἀτηρότατον ἄρʼ ἦν κακὸνκαὶ τῶν ξυνόντων πολὺ παροινικώτατος;καίτοι παρῆν Ἵππυλλος Ἀντιφῶν ΛύκωνΛυσίστρατος Θούφραστος οἱ περὶ Φρύνιχον.τούτων ἁπάντων ἦν ὑβριστότατος μακρῷ.εὐθὺς γὰρ ὡς ἐνέπλητο πολλῶν κἀγαθῶν,ἐνήλατʼ ἐσκίρτα ʼπεπόρδει κατεγέλαὥσπερ καχρύων ὀνίδιον εὐωχημένονκἄτυπτεν ἐμὲ νεανικῶς παῖ παῖ καλῶν.εἶτʼ αὐτὸν ὡς εἶδʼ ᾔκασεν Λυσίστρατος·ἔοικας ὦ πρεσβῦτα νεοπλούτῳ τρυγὶκλητῆρί τʼ εἰς ἀχυρμὸν ἀποδεδρακότι.ὁ δʼ ἀνακραγὼν ἀντῄκασʼ αὐτὸν πάρνοπιτὰ θρῖα τοῦ τρίβωνος ἀποβεβληκότι,Σθενέλῳ τε τὰ σκευάρια διακεκαρμένῳ.οἱ δʼ ἀνεκρότησαν, πλήν γε Θουφράστου μόνου·οὗτος δὲ διεμύλλαινεν ὡς δὴ δεξιός.ὁ γέρων δὲ τὸν Θούφραστον ἤρετʼ· ʼεἰπέ μοι,ἐπὶ τῷ κομᾷς καὶ κομψὸς εἶναι προσποιεῖ,κωμῳδολοιχῶν περὶ τὸν εὖ πράττοντʼ ἀεί;ʼτοιαῦτα περιύβριζεν αὐτοὺς ἐν μέρει,σκώπτων ἀγροίκως καὶ προσέτι λόγους λέγωνἀμαθέστατʼ οὐδὲν εἰκότας τῷ πράγματι.ἔπειτʼ ἐπειδὴ ʼμέθυεν, οἴκαδʼ ἔρχεται