ἀνὴρ σοφὸς καὶ μουσικός, κᾆτʼ ᾄσεται·χρήματα καὶ βίανΚλειταγόρᾳ τε κἀμοὶμετὰ Θετταλῶν—πολλὰ δὴ διεκόμπασας σὺ κἀγώ.τουτὶ μὲν ἐπιεικῶς σύ γʼ ἐξεπίστασαι·ὅπως δʼ ἐπὶ δεῖπνον ἐς Φιλοκτήμονος ἴμεν.παῖ παῖ, τὸ δεῖπνον Χρυσὲ συσκεύαζε νῷν,ἵνα καὶ μεθυσθῶμεν διὰ χρόνου.μηδαμῶς.κακὸν τὸ πίνειν· ἀπὸ γὰρ οἴνου γίγνεταικαὶ θυροκοπῆσαι καὶ πατάξαι καὶ βαλεῖν,κἄπειτʼ ἀποτίνειν ἀργύριον ἐκ κραιπάλης.οὔκ, ἢν ξυνῇς γʼ ἀνδράσι καλοῖς τε κἀγαθοῖς.ἢ γὰρ παρῃτήσαντο τὸν πεπονθότα,ἢ λόγον ἔλεξας αὐτὸς ἀστεῖόν τινα,Αἰσωπικὸν γέλοιον ἢ Συβαριτικόν,ὧν ἔμαθες ἐν τῷ συμποσίῳ· κᾆτʼ ἐς γέλωντὸ πρᾶγμʼ ἔτρεψας, ὥστʼ ἀφείς σʼ ἀποιχεται.μαθητέον τἄρʼ ἐστὶ πολλοὺς τῶν λόγων,εἴπερ ἀποτείσω μηδέν, ἤν τι δρῶ κακόν.ἄγε νυν ἴωμεν· μηδὲν ἡμᾶς ἰσχέτω.πολλάκις δὴ ʼδοξʼ ἐμαυτῷ δεξειὸς πεφυκέναικαὶ σκαιὸς οὐδεπώποτε·ἀλλʼ Ἀμυνίας ὁ Σέλλου μᾶλλον οὑκ τῶν Κρωβύλων,οὗτος ὅν γʼ ἐγώ ποτʼ εἶδον ἀντὶ μήλου καὶ ῥοᾶςδειπνοῦντα μετὰ Λεωγόρου·πεινῇ γὰρ ᾗπερ Ἀντιφῶν·ἀλλὰ πρεσβεύων γὰρ ἐς Φάρσαλον ᾤχετʼ, εἶτʼ ἐκεῖμόνος μόνοιςτοῖς Πενέσταισι ξυνῆν τοῖςΘετταλῶν, αὐτὸς πενέστης ὢν ἔλαττων οὐδενός.ὦ μακάριʼ Αὐτόμενες ὥς σε μακαρίζομεν,παῖδας ἐφύτευσας ὅτι χειροτεχνικωτάτους·πρῶτα μὲν ἅπασι φίλον ἄνδρα τε σοφώτατον,τὸν κιφαραοιδότατον, ᾧ χάρις ἐφέσπετο·τὸν δʼ ὑποκριτὴν ἕτερον ἀργαλέον ὡς σοφόν·εἶτʼ Ἀριφράδην πολύ τι θυμοσοφικώτατον,ὅντινά ποτʼ ὤμοσε μαθόντα παρὰ μηδενός,ἀλλʼ ἀπὸ σοφῆς φύσεος αὐτόματον ἐκμαθεῖν