ὅτε τὸν δρομέα Φάυλλον ὢν βούπαις ἔτιεἶλον διώκων λοιδορίας ψήφοιν δυοῖν.παὖ· ἀλλὰ δευρὶ κατακλινεὶς προσμάνθανεξυμποτικὸς εἶναι καὶ ξυνουσιαστικός.πῶς οὖν κατακλινῶ; φράζʼ ἀνύσας.εὐσχημόνως.ὡδὶ κελεύεις κατακλινῆναι;μηδαμῶς.πῶς δαί;τὰ γόνατʼ ἔκτεινε καὶ γυμναστικῶςὑγρὸν χύτλασον σεαυτὸν ἐν τοῖς στρώμασιν.ἔπειτʼ ἐπαίνεσόν τι τῶν χαλκωμάτων,ὀροφὴν θέασαι, κρεκάδιʼ αὐλῆς θαύμασον·ὕδωρ κατὰ χειρός· τὰς τραπέζας ἐσφέρειν·δειπνοῦμεν· ἀπονενίμμεθʼ· ἤδη σπένδομεν.πρὸς τῶν θεῶν ἐνύπνιον ἑστιώμεθα;αὑλητρὶς ἐνεφύσησεν· οἱ δὲ συμπόταιεἰσὶν Θέωρος Αἰσχίνης Φᾶνος Κλέων,ξένος τις ἕτερος πρὸς κεφαλῆς Ἀκέστορος.τούτοις ξυνὼν τὰ σκόλιʼ ὅπως δέξει καλῶς.ἄληθες; ὡς οὐδεὶς Διακρίων δέξεται.ἐγὼ εἴσομαι· καὶ δὴ γάρ εἰμʼ ἐγὼ Κλέων,ᾄδω δὲ πρῶτος Ἁρμοδίου· δέξαι δὲ σύ.οὐδεὶς πώποτʼ ἀνὴρ ἔγεντʼ Ἀθήναις—οὐχ οὕτω γε πανοῦργος οὐδὲ κλέπτης.τουτὶ σὺ δράσεις; παραπολεῖ βοώμενος·φήσει γὰρ ἐξολεῖν σε καὶ διαφθερεῖνκαὶ τῆσδε τῆς γῆς ἐξελᾶν.ἐγὼ δέ γε,ἐὰν ἀπειλῇ, νὴ Δίʼ ἕτερʼ ἀντᾴσομαι·ὦνθρωφʼ, οὖτος ὁ μαιόμενος τὸ μέγα κράτος,ἀντρέψεις ἔτι τὰν πόλιν· ἁ δʼ ἔχεται ῥοπᾶς.τί δʼ ὅταν Θέωρος πρὸς ποδῶν κατακείμενοςᾄδῃ Κλέωνος λαβόμενος τῆς δεξιᾶς·Ἀδμήτου λόγον ὦταῖρε μαθὼν τοὺς ἀγαθοὺς φίλει.τούτῳ τί λέξεις σκόλιον;ᾠδικῶς ἐγώ.οὐκ ἔστιν ἀλωπεκίζειν,οὐδʼ ἀμφοτέροισι γίγνεσθαι φίλον.μετὰ τοῦτον Αἰσχίνης ὁ Σέλλου δέξεται,