ἰδού. θεῶ τὸ σχῆμα, καὶ σκέψαι μʼ ὅτῳμάλιστʼ ἔοικα τὴν βάδισιν τῶν πλουσίων.ὅτῳ; Δοθιῆνι σκόροδον ἠμφιεσμένῳ.καὶ μὴν προθυμοῦμαί γε σαυλοπρωκτιᾶν.ἄγε νυν, ἐπιστήσει λόγους σεμνοὺς λέγεινἀνδρῶν παρόντων πολυμαθῶν καὶ δεξιῶν;ἔγωγε.τίνα δῆτʼ ἂν λέγοις;πολλοὺς πάνυ.πρῶτον μὲν ὡς ἡ Λάμιʼ ἁλοῦσʼ ἐπέρδετο,ἔπειτα δʼ ὡς ὁ Καρδοπίων τὴν μητέρα.μή ʼμοί γε μύθους, ἀλλὰ τῶν ἀνθρωπίνων,οἵους λέγομεν μάλιστα τοὺς κατʼ οἰκίαν.ἐγᾦδα τοίνυν τῶν γε πάνυ κατʼ οἰκίανἐκεῖνον ὡς οὕτω ποτʼ ἦν μῦς καὶ γαλῆ.ὦ σκαιὲ κἀπαίδευτε, Θεογένης ἔφητῷ κοπρολόγῳ καὶ ταῦτα λοιδορούμενος,μῦς καὶ γαλᾶς μέλλεις λέγειν ἐν ἀνδράσιν;ποίους τινὰς δὲ χρὴ λέγειν;μεγαλοπρεπεῖς,ὡς ξυνεθεώρεις Ἀνδροκλεῖ καὶ Κλεισθένει.ἐγὼ δὲ τεθεώρηκα ποώποτʼ οὐδαμοῖπλὴν ἐς Πάρον, καὶ ταῦτα δὔ ὀβολὼ φέρων.ἀλλʼ οὖν λέγειν χρή σʼ ὡς ἐμάχετό γʼ αὐτίκαἘφουδίων παγκράτιον Ἀσκώνδᾳ καλῶς,ἤδη γέρων ὢν καὶ πολιός, ἔχων δέ τοιπλευρὰν βαθυτάτην καὶ χέρας καὶ λαγόνα καὶθώρακʼ ἄριστον.παῦε παῦʼ, οὐδὲν λέγεις.πῶς ἂν μαχέσαιτο παγκράτιον θώρακʼ ἔχων;οὕτω διηγεῖσθαι νομίζουσʼ οἱ σοφοί.ἀλλʼ ἕτερον εἰπέ μοι· παρʼ ἀνδράσι ξένοιςπίνων σεαυτοῦ ποῖον ἂν λέξαι δοκεῖςἐπὶ νεότητος ἔργον ἀνδρικώτατον;ἐκεῖνʼ ἐκεῖνʼ ἀνδρειότατόν γε τῶν ἐμῶν,ὅτʼ Ἐργασίωνος τὰς χάρακας ὑφειλόμην.ἀπολεῖς με. ποίας χάρακας; ἀλλʼ ὡς ἢ κάπρονἐδιώκαθές ποτʼ ἢ λαγών, ἢ λαμπάδαἔδραμες, ἀνευρὼν ὅ τι νεανικώτατον.ἐγᾦδα τοίνυν τό γε νεανικώτατον·