ἐγὼ δὲ σισύραν ᾠόμην Θυμαιτίδα.κοὐ θαῦμά γʼ· ἐς Σάρδεις γὰρ οὐκ ἐλήλυθας.ἔγνως γὰρ ἄν· νῦν δʼ οὐχὶ γιγνώσκεις.ἐγώ;μὰ τὸν Δίʼ οὐ τοίνυν· ἀτὰρ δοκεῖ γέ μοιἐοικέναι μάλιστα Μορύχου σάγματι.οὔκ, ἀλλʼ ἐν Ἐκβατάνοισι ταῦθʼ ὑφαίνεται.ἐν Ἐκβατάνοισι γίγνεται κρόκης χόλιξ;πόθεν ὦγάθʼ; ἀλλὰ τοῦτο τοῖσι βαρβάροιςὑφαίνεται πολλαῖς δαπάναις. αὕτη γέ τοιἐρίων τάλαντον καταπέπωκε ῥᾳδίως.οὔκουν ἐριώλην δῆτʼ ἐχρῆν αὐτὴν καλεῖνδικαιότερον ἢ καυνάκην;ἔχʼ ὦγαθέ,καὶ στῆθʼ ἀναμπισχόμενος.οἴμοι δείλαιος·ὡς θερμὸν ἡ μιαρά τί μου κατήρυγεν.οὐκ ἀναβαλεῖ;μὰ Δίʼ οὐκ ἔγωγʼ. ἀλλʼ ὦγαθέ,εἴπερ γʼ ἀνάγκη, κρίβανόν μʼ ἀμπίσχετε.φέρʼ ἀλλʼ ἐγώ σε περιβαλῶ· σὺ δʼ οὖν ἴθι.παράθου γε μέντοι καὶ κρεάγραν.τιὴ τί δή;ἵνʼ ἐξέλῃς με πρὶν διερρυηκέναι.ἄγε νυν ὑπολύου τὰς καταράτους ἐμβάδας,τασδὶ δʼ ἀνύσας † ὑπόδυθι † τὰς Λακωνικάς.ἐγὼ γὰρ ἂν τλαίην ὑποδήσασθαί ποτεἐχθρῶν παρʼ ἀνδρῶν δυσμενῆ καττύματα;ἔνθες ποτʼ ὦ τᾶν κἀπόβαινʼ ἐρρωμένωςἐς τὴν Λακωνικὴν ἀνύσας.ἀκικεῖς γέ μεἐς τὴν πολεμίαν ἀποβιβάζων τὸν πόδα.φέρε καὶ τὸν ἕτερον.μηδαμῶς τοῦτόν γʼ, ἐπεὶπάνυ μισολάκων αὐτοῦ ʼστιν εἷς τῶν δακτύλων.οὐκ ἔστι παρὰ ταῦτʼ ἄλλα.κακοδαίμων ἐγώ,ὅστις ἐπὶ γήρως χίμετλον οὐδὲν λήψομαι.ἄνυσόν ποθʼ ὑποδησάμενος· εἶτα πλουσίωςὡδὶ προβὰς τρυφερόν τι διασαλακώνισον.