αἰτιώτατοι φέρεσθαιτὸν φόρον δεῦρʼ ἐσμέν, ὃν κλέπτουσινοἱ νεώτεροι.πολλαχοῦ σκοποῦντες ἡμᾶς εἰς ἅπανθʼ εὑρήσετετοὺς τρόπους καὶ τὴν δίαιταν σφηξὶν ἐμφερεστάτους.πρῶτα μὲν γὰρ οὐδὲν ἡμῶν ζῷον ἠρεθισμένονμᾶλλον ὀξύθυμόν ἐστιν οὐδὲ δυσκολώτερον·εἶτα τἄλλʼ ὅμοια πάντα σφηξὶ μηχανώμεθα.ξυλλεγέντες γὰρ καθʼ ἑσμούς, ὡσπερεὶ τἀνθρήνια,οἱ μὲν ἡμῶν οὗπερ ἅρχων, οἱ δὲ παρὰ τοὺς ἕνδεκα,οἱ δʼ ἐν ᾠδείῳ δικάζουσʼ, οἱ δὲ πρὸς τοῖς τειχίοιςξυμβεβυσμένοι πυκνόν, νεύοντες ἐς τὴν γῆν, μόλιςὥσπερ οἱ σκώληκες ἐν τοῖς κυττάροις κινούμενοι.ἔς τε τὴν ἄλλην δίαιτάν ἐσμεν εὐπορώτατοι.πάντα γὰρ κεντοῦμεν ἄνδρα κἀκπορίζομεν βίον.ἀλλὰ γὰρ κηφῆνες ἡμῖν εἰσιν ἐγκαθήμενοιοὐκ ἔχοντες κέντρον, οἳ μένοντες ἡμῶν τοῦ φόρουτὸν πόνον κατεσθίουσιν, οὐ ταλαιπωρούμενοι.τοῦτο δʼ ἔστʼ ἄλγιστον ἡμῖν, ἤν τις ἀστράτευτος ὢνἐκροφῇ τὸν μισθὸν ἡμῶν, τῆσδε τῆς χώρας ὕπερμήτε κώπην μήτε λόγχην μήτε φλύκταιναν λαβών.ἀλλʼ ἐμοὶ δοκεῖ τὸ λοιπὸν τῶν πολιτῶν ἔμβραχυὅστις ἂν μὴ ʼχῃ τὸ κέντρον, μὴ φέρειν τριώβολον.οὔτοι ποτὲ ζῶν τοῦτον ἀποδυθήσομαι,ἐπεὶ μόνος μʼ ἔσωσε παρατεταγμένον,ὅθʼ ὁ βορέας ὁ μέγας ἐπεστρατεύσατο.ἀγαθὸν ἔοικας οὐδὲν ἐπιθυμεῖν παθεῖν.μὰ τὸν Δίʼ οὐ γὰρ οὐδαμῶς μοι ξύμφορον.καὶ γὰρ πρότερον ἐπανθρακίδων ἐμπλήμενοςἀπέδωκʼ ὀφείλων τῷ κναφεῖ τριώβολον.ἀλλʼ οὖν πεπειράσθω γʼ, ἐπειδήπερ γʼ ἅπαξἐμοὶ σεαυτὸν παραδέδωκας εὖ ποιεῖν.τί οὖν κελεύεις δρᾶν με;τὸν τρίβωνʼ ἄφες,τηνδὶ δὲ χλαῖναν ἀναβαλοῦ τριβωνικῶς.ἔπειτα παῖδας χρὴ φυτεύειν καὶ τρέφειν,ὅθʼ οὑτοσί με νῦν ἀποπνῖξαι βούλεται;ἔχʼ ἀναβαλοῦ τηνδὶ λαβὼν καὶ μὴ λάλει.τουτὶ τὸ κακὸν τί ἐστι πρὸς πάντων θεῶν;οἱ μὲν καλοῦσι Περσίδʼ οἱ δὲ καυνάκην.