ἄλκιμοι δʼ ἐν μάχαις,καὶ κατʼ αὐτὸ δὴ τοῦτο μόνον ἄνδρες ἀλκιμώτατοι·πρίν ποτʼ ἦν πρὶν ταῦτα, νῦν δʼοἴχεται, κύκνου τʼ ἔτι πολιώτεραι δὴαἵδʼ ἐπανθοῦσιν τρίχες.ἀλλὰ κἀκ τῶν λειψάνων δεῖτῶνδε ῥώμην νεανικὴν σχεῖν·ὡς ἐγὼ τοὐμὸν νομίζωγῆρας εἶναι κρεῖττον ἢ πολλῶνκικίννους νεανιῶν καὶσχῆμα κεὐρυπρωκτίαν.εἴ τις ὑμῶν ὦ θεαταὶ τὴν ἐμὴν ἰδὼν φύσινεἶτα θαυμάζει μʼ ὁρῶν μέσον διεσφηκωμένον,ἥτις ἡμῶν ἐστὶν ἡ ʼπίνοια τῆς ἐγκεντρίδος,ῥᾳδίως ἐγὼ διδάξω, κἂν ἄμουσος ᾖ τὸ πρίν.ἐσμὲν ἡμεῖς, οἷς πρόσεστι τοῦτο τοὐρροπύγιον,Ἀττικοὶ μόνοι δικαίως ἐγγενεῖς αὐτόχθονες,ἀνδρικώτατον γένος καὶ πλεῖστα τήνδε τὴν πόλινὠφελῆσαν ἐν μάχαισιν, ἡνίκʼ ἦλθʼ ὁ βάρβαρος,τῷ καπνῷ τύφων ἅπασαν τὴν πόλιν καὶ πυρπολῶν,ἐξελεῖν ἡμῶν μενοινῶν πρὸς βίαν τἀνθρήνια.εὐθέως γὰρ ἐκδραμόντες ξὺν δορὶ ξὺν ἀσπίδιἐμαχόμεσθʼ αὐτοῖσι, θυμὸν ὀξίνην πεπωκότες,στὰς ἀνὴρ παρʼ ἄνδρʼ, ὑπʼ ὀργῆς τὴν χελύνην ἐσθίων·ὑπὸ δὲ τῶν τοξευμάτων οὐκ ἦν ἰδεῖν τὸν οὐρανόν.ἀλλʼ ὅμως ἐωσάμεσθα ξὺν θεοῖς πρὸς ἑσπέραν.γλαῦξ γὰρ ἡμῶν πρὶν μάχεσθαι τὸν στρατὸν διέπτετο·εἶτα δʼ εἱπόμεσθα θυννάζοντες ἐς τοὺς θυλάκους,οἱ δʼ ἔφευγον τὰς γνάθους καὶ τὰς ὀφρῦς κεντούμενοι·ὥστε παρὰ τοῖς βαρβάροισι πανταχοῦ καὶ νῦν ἔτιμηδὲν Ἀττικοῦ καλεῖσθαι σφηκὸς ἀνδρικώτερον.ἆρα δεινὸς ἦ τόθʼ ὥστε πάντα μὴ δεδοικέναι,καὶ κατεστρεψάμηντοὺς ἐναντίους, πλέων ἐκεῖσε ταῖς τριήρεσιν;οὐ γὰρ ἦν ἡμῖν ὅπωςῥῆσιν εὖ λέξειν ἐμέλλομεν τότʼ, οὐδὲσυκοφαντήσειν τινὰφροντίς, ἀλλʼ ὅστις ἐρέτης ἔσοιτʼἄριστος. τοιγαροῦν πολλὰςπόλεις Μήδων ἑλόντες