ἀλλʼ οὖν ταῦτʼ ἐστὶν ἐκεῖνα,ἐξ ὧν ἄνδρας Μαραθωνομάχας ἡμὴ παίδευσις ἔθρεψεν.σὺ δὲ τοὺς νῦν εὐθὺς ἐν ἱματίοισι διδάσκεις ἐντετυλίχθαι·ὥστε μʼ ἀπάγχεσθʼ, ὅταν ὀρχεῖσθαι Παναθηναίοις δέον αὐτοὺςτὴν ἀσπίδα τῆς κωλῆς προέχων ἀμελῇ τῆς Τριτογενείας.πρὸς ταῦτʼ ὦ μειράκιον θαρρῶν ἐμὲ τὸν κρείττω λόγον αἱροῦ·κἀπιστήσει μισεῖν ἀγορὰν καὶ βαλανείων ἀπέχεσθαι,καὶ τοῖς αἰσχροῖς αἰσχύνεσθαι, κἂν σκώπτῃ τίς σε φλέγεσθαι·καὶ τῶν θάκων τοῖς πρεσβυτέροις ὑπανίστασθαι προσιοῦσιν,καὶ μὴ περὶ τοὺς σαυτοῦ γονέας σκαιουργεῖν, ἄλλο τε μηδὲναἰσχρὸν ποιεῖν, ὅτι τῆς αἰδοῦς μέλλεις τἄγαλμʼ ἀναπλάττειν·μηδʼ εἰς ὀρχηστρίδος εἰσᾴττειν, ἵνα μὴ πρὸς ταῦτα κεχηνὼςμήλῳ βληθεὶς ὑπὸ πορνιδίου τῆς εὐκλείας ἀποθραυσθῇς·μηδʼ ἀντειπεῖν τῷ πατρὶ μηδέν, μηδʼ Ἰαπετὸν καλέσανταμνησικακῆσαι τὴν ἡλικίαν ἐξ ἧς ἐνεοττοτροφήθης.εἰ ταῦτʼ ὦ μειράκιον πείσει τούτῳ, νὴ τὸν Διόνυσοντοῖς Ἱπποκράτους υἱέσιν εἴξεις καὶ σε καλοῦσι βλιτομάμμαν.ἀλλʼ οὖν λιπαρός γε καὶ εὐανθὴς ἐν γυμνασίοις διατρίψεις,οὐ στωμύλλων κατὰ τὴν ἀγορὰν τριβολεκτράπελʼ οἷάπερ οἱ νῦν,οὐδʼ ἑλκόμενος περὶ πραγματίου γλισχραντιλογεξεπιτρίπτου·ἀλλʼ εἰς Ἀκαδήμειαν κατιὼν ὑπὸ ταῖς μορίαις ἀποθρέξειστεφανωσάμενος καλάμῳ λευκῷ μετὰ σώφρονος ἡλικιώτου,μίλακος ὄζων καὶ ἀπραγμοσύνης καὶ λεύκης φυλλοβολούσης,ἦρος ἐν ὥρᾳ χαίρων, ὁπόταν πλάτανος πτελέᾳ ψιθυρίζῃ.ἢν ταῦτα ποιῇς ἁγὼ φράζω,καὶ πρὸς τούτοις προσέχῃς τὸν νοῦν,ἕξεις ἀεὶστῆθος λιπαρόν, χροιὰν λαμπράν,ὤμους μεγάλους, γλῶτταν βαιάν,πυγὴν μεγάλην, πόσθην μικράν.ἢν δʼ ἅπερ οἱ νῦν ἐπιτηδεύῃς,πρῶτα μὲν ἕξειςχροιὰν ὠχράν, ὤμους μικρούς,στῆθος λεπτόν, γλῶτταν μεγάλην,πυγὴν μικράν, κωλῆν μεγάλην,ψήφισμα μακρόν, καὶ σʼ ἀναπείσειτὸ μὲν αἰσχρὸν ἅπαν καλὸν ἡγεῖσθαι,τὸ καλὸν δʼ αἰσχρόν·καὶ πρὸς τούτοις τῆς Ἀντιμάχουκαταπυγοσύνης ἀναπλήσει.